Kitap 5
34
πλέον ἔχει τῶν ἀνθρώπων ὁ κύκνος ἐν τοῖς μεγίστοις· οἶδέ τε γὰρ ὁπότε τοῦ βίου τὸ τέρμα ἀφικνεῖται αὐτῷ, καὶ μέντοι καὶ εὐθύμως φέρειν αὐτὸ προσιὸν ὑπὸ τῆς φύσεως λαχὼν ἔχει δῶρον τὸ κάλλιστον· πεπίστευκε γὰρ ὅτι μηδενὸς ἀλγεινοῦ μηδὲ λυπηροῦ μέτεστι θανάτῳ. ἄνθρωποι δὲ ὑπὲρ οὗ οὐκ ἴσασι δεδοίκασι, καὶ ἡγοῦνται μέγιστον εἶναι κακὸν αὐτό. τοσοῦτον δὲ ἄρα τῷ κύκνῳ περίεστιν εὐθυμίας, ὡς καὶ ἐπὶ τῇ καταστροφῇ τοῦ βίου τοῦ σφετέρου ᾅδειν καὶ ἀνακρούεσθαι οἷον ἐπικήδειόν τι ἑαυτῷ μέλος. τοιοῦτόν τινα καὶ τὸν Βελλεροφόντην ἡρωικῶς καὶ μεγαλοψύχως ἐς θάνατον παρεσκευασμένον ὁ Εὐριπίδης ὑμνεῖ. πεποίηκε γοῦν πρὸς τὴν ἑαυτοῦ ψυχὴν λέγοντα αὐτὸν ἦσθʼ εἰς θεοὺς μὲν εὐσεβής, ὅτʼ ἦσθʼ, ἀεί, ξένοις τʼ ἐπήρκεις, οὐδʼ ἔκαμνες εἰς φίλους, καὶ τὰ ἐπὶ τούτοις. οὐκοῦν καὶ ὁ κύκνος μελῳδεῖ τινα ἐπικήδειον ἑαυτῷ μοῦσαν, ἐφόδια διδοὺς τῆς ἀποδημίας ἢ θεῶν ὕμνους ἢ ἔπαινον οἰκεῖόν τινα. μαρτυρεῖ δὲ αὐτῷ καὶ ὁ Σωκράτης ὅτι ᾅδει οὐ λυπούμενος ἀλλὰ εὐθυμούμενος μᾶλλον· μηδὲ γὰρ ἄγειν σχολήν ποτε ᾠδῇ καὶ μέλει τὸν κατὰ τῆς ψυχῆς ἔχοντά τι πρόσαντες καὶ ἀλγεινόν. ἔχει δὲ ἄρα ὁ κύκνος οὐ μόνον πρὸς τὸν θάνατον ἀνδρείως, ἤδη δὲ καὶ πρὸς μάχας. ἀδίκων μὲν οὖν οὐκ ἄρχει, οἷα δήπου σώφρων καὶ πεπαιδευμένος ἀνήρ, τῷ δὲ ἄρξαντι οὔτε ἀφίσταται οὔτε εἴκει. οἱ μὲν οὖν ὄρνιθες οἱ λοιποί, εἰρηναῖα αὐτοῖς πρὸς αὐτοὺς καὶ ἔνσπονδά ἐστιν, ὁ δὲ ἀετὸς καὶ ἐπὶ τοῦτον ὥρμησε πολλάκις, ὡς Λ̓ριστοτέλης φησί, καὶ οὐδεπώποτε ἐκράτησεν, ἡττήθη δὲ ἀεὶ μὴ μόνον σὺν τῇ ῥώμῃ τοῦ κύκνου μαχομένου, ἀλλὰ καὶ σὺν τῇ δίκῃ ἀμυνομένου.
35
ὁ ἐρωδιὸς τὰ ὄστρεα ἐσθίειν δεινός ἐστι, καὶ μεμυκότα αὐτὰ καταπίνει, ὥσπερ οὖν οἱ πελεκᾶνες τὰς κόγχας. καὶ ἐν τῷ καλουμένῳ πρηγορεῶνι ὑποθερμαίνων ὁ ἐρωδιὸς φυλάττει τὰ ὄστρεα· τὰ δὲ ὑπὸ τῆς ἀλέας διίσταται, καὶ ἐκεῖνος αἰσθανόμενος τὰ μὲν ὄστρακα ἀνεμεῖ, φυλάττει δὲ τὴν σάρκα, καὶ ἔχει τροφὴν ἀναλίσκων τῇ τῆς πέψεως δυνάμει τὸ ἔσω παρελθὸν ὁλόκληρον.