Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 5

36 ὄνομά ἐστιν ὄρνιθος ἀστερίας, καὶ τιθασεύεταί γε ἐν τῇ Αἰγύπτῳ, καὶ ἀνθρώπου φωνῆς ἐπαΐει. εἰ δέ τις αὐτὸν ὀνειδίζων δοῦλον εἴποι, ὃ δὲ ὀργίζεται· καὶ εἴ τις ὄκνον καλέσειεν αὐτόν, ὃ δὲ βρενθύεται καὶ ἀγανακτεῖ, ὡς καὶ ἐς τὸ ἀγεννὲς σκωπτόμενος καὶ ἐς ἀργίαν εὐθυνόμενος.
37 εἰ κατέχοι τις ὀπὸν Κυρηναῖον καὶ λάβοιτο τῆς νάρκης, ἐνταῦθα δήπου τὸ ἐξ αὐτῆς πάθος ἐκπέφευγε. δράκοντα δὲ θαλάττιον εἰ ἀνασπάσαι τῇ δεξιᾷ ἐθέλοις, ὃ δὲ οὐχ ἕψεται, ἀλλὰ μαχεῖται κατὰ κράτος· εἰ δὲ τῇ ἀριστερᾷ ἀνάγοις, εἴκει καὶ ἑάλωκεν.
38 Χάρμιδος ἀκούω τοῦ Μασσαλιώτου λέγοντος φιλόμουσον μὲν εἶναι τὴν ἀηδόνα, ἤδη δὲ καὶ φιλόδοξον. ἐν γοῦν ταῖς ἐρημίαις ὅταν ᾅδῃ πρὸς ἑαυτήν, ἁπλοῦν τὸ μέλος καὶ ἄνευ κατασκευῆς τὴν ὄρνιν ᾅδειν· ὅταν δὲ ἁλῷ καὶ τῶν ἀκουόντων μὴ διαμαρτάνῃ, ποικίλα τε ἀναμέλπειν καὶ τακερῶς ἑλίττειν τὸ μέλος. καὶ Ὅμηρος δὲ τοῦτό μοι δοκεῖ ὑπαινίττεσθαι λέγων ὡς δʼ ὅτε Πανδαρέου κούρη χλωρηὶς ἀηδών καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο, δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν, ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν. ἤδη μέντοι τινὲς καὶ πολυδευκέα φωνὴν γράφουσι τὴν ποικίλως μεμιμημένην, ὡς τὴν ἀδευκέα τὴν μηδʼ ὅλως ἐς μίμησιν παρατραπεῖσαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi