Kitap 5
43
περὶ τὸν Ὕπανιν ποταμὸν γίνεσθαι τὸ ζῷον τὸ μονήμερον οὕτω καλούμενον Ἀριστοτέλης φησί, τικτόμενον μὲν ἅμα τῷ κνέφει, ἀποθνῆσκον δὲ ἐπὶ δυσμὰς ἡλίου τρεπομένου.
44
ἔχει δὲ τὸ δῆγμα ἡ σηπία ἰῶδες καὶ τοὺς ὀδόντας ἰσχυρῶς ὑπολανθάνοντας. ἦν δὲ ἄρα δηκτικὸν καὶ ὁ ὀσμύλος καὶ ὁ πολύπους· καὶ δάκοι μὲν ἂν οὗτος σηπίας βιαιότερον, τοῦ δὲ ἰοῦ μεθίησιν ἧττον.
45
τὸν σῦν τὸν ἄγριόν φασι μὴ πρότερον ἐπί τινα φέρεσθαι πρὶν ἢ τοὺς χαυλιόδοντας ὑποθῆξαι· μαρτυρεῖ δὲ ἄρα καὶ Ὅμηρος τοῦτο λέγων θήξας λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν. παχύνεσθαι δὲ τὸν σῦν ἀκούω μάλιστα μὴ λούμενον, ἀλλὰ ἐν τῷ βορβόρῳ διατρίβοντά τε καὶ στρεφόμενον καὶ πίνοντα ὕδωρ τεθολωμένον, καὶ ἡσυχίᾳ καὶ στέγῃ σκοτωδεστέρᾳ χαίροντα καὶ τροφαῖς ὅσαι φυσωδέστεραί τέ εἰσι καὶ ὑποπλῆσαι δύνανται. καὶ Ὅμηρος δὲ ἔοικε ὑποδηλοῦν ταῦτα. περὶ μὲν οὖν τοῦ καλινδεῖσθαι αὐτοὺς καὶ φιληδεῖν τοῖς ῥυπαρωτέροις τέλμασι λέγων σύες χαμαιευνάδες· ὅτι δὲ τῷ τεθολωμένῳ ὕδατι πιαίνονται φησὶ μέλαν ὕδωρ πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν. ὅτι δὲ χαίρουσι τῷ σκότῳ διὰ τούτων ἐλέγχει πέτρῃ ὕπο γλαφυρῇ εὗδον Βορέω ὑπʼ ἰωγῇ. τὸ δὲ φυσῶδες αἰνίττεται τῆς τροφῆς ὅταν λέγῃ βάλανον μενοεικέα ἐσθίειν αὐτάς. εἰδὼς δὲ ἄρα Ὅμηρος ὡς καὶ ἰσχναίνεται καὶ ἐπιτρίβει τὰ κρέα ὗς ὁρῶν τὸν θῆλυν, πεποίηκε τοὺς ἄρρενας ἰδίᾳ καθεύδοντας καὶ τὰς θηλείας ἰδίᾳ. ἐν Σαλαμῖνι δὲ χλωροῦ σίτου καὶ ληίου κομῶντος ἐὰν σῦς ἐμπεσοῦσα ἀποκείρῃ, νόμος ἐστὶ Σαλαμινίων τοὺς ὀδόντας ἐκτρίβειν αὐτῆς. καὶ τοῦτο εἶναι τὸ παρʼ Ὁμήρῳ συὸς ληιβοτείρης φασίν. οἳ δὲ ἑτέρως νοοῦσι, καὶ λέγουσι χλωροῦ σίτου τὴν ὗν γευσαμένην ἀσθενεῖς ἔχειν τοὺς ὀδόντας.