Kitap 5
4
ἡ φώκαινα ὅμοιον δελφῖνι ζῷόν ἐστιν, ἔχει δὲ γάλα καὶ αὐτή. χρόαν δὲ οὐκ ἔστι μέλαινα, κυανῷ δὲ εἴκασται τῷ βαθυτάτῳ, ἀναπνεῖ δὲ οὐ βραγχίοις, ἀλλὰ φυσητῆρι· τοῦτο γὰρ καὶ καλοῦσίν οἱ τοῦ πνεύματος τὴν ὁδόν. διατριβὴ δὲ ὁ Πόντος αὐτῇ καὶ ἡ ἐκεῖ θάλαττα· πλανᾶται δὲ τῶν ἠθῶν ἐκείνων ἐξωτέρω ἡ φώκαινα ἥκιστα.
5
τὸν ἄρρενα ἡ θήλεια νικήσασα ὄρνις ἐν τῇ μάχῃ, ἁβρύνεταί τε ὑφʼ ἡδονῆς καὶ καθίησι κάλλαια, οὐκ ἐς τοσοῦτον μὲν ἐς ὅσον καὶ οἱ ἀλεκτρυόνες, καθίησι δʼ οὖν, καὶ φρονήματος ὑποπίμπλαται, καὶ βαίνει μακρότερα.
6
φιλοίκειον ὁ δελφὶς ζῷον πεπίστευται. καὶ τὸ μαρτύριον, Αἶνός ἐστι πόλις Θρῇσσα. ἔτυχεν οὖν ἁλῶναι δελφῖνα καὶ τρωθῆναι μέν, οὐ μὴν ἐς θάνατον, ἀλλʼ ὡς ἔτι βιώσιμα εἶναι τῷ ἑαλωκότι. οὐκοῦν ἐρρύη μὲν αἷμα, ᾔσθοντο δὲ οἱ ἀθήρατοι, καὶ ἀφίκοντο ἐς τὸν λιμένα ἀγέλη, καὶ κατεσκίρτων, καὶ ἦσάν τι δρασείοντες οὐκ ἀγαθόν. οἱ τοίνυν Αἴνιοι ἔδεισαν καὶ ἀφῆκαν τὸν ἑαλωκότα. καὶ ἐκεῖνοι κομισάμενοι ὡς ἕνα τῶν κηδεστῶν ᾤχοντο ἀπιόντες. σπανίως δὲ ἄνθρωπος ἢ οἰκείῳ δυστυχήσαντι ἢ οἰκείᾳ κοινωνὸς σπουδῆς καὶ φροντίδος.
7
ἐν Αἰγύπτῳ πίθηκος, ὥς φησιν Εὔδημος, ἐδιώκετο, αἴλουροι δὲ ἦσαν οἱ διώκοντες. ἀνὰ κράτος οὖν ἀποδιδράσκων ὥρμησεν εὐθὺ δένδρου τινός, οἳ δὲ καὶ αὐτοὶ ἀνέθορον ὤκιστα· ἔχονται γὰρ τῶν φλοιῶν, καὶ ἔστι καὶ τούτοις ἐς δένδρα ἐπιβατά. ὃ δὲ ὡς ἡλίσκετο εἷς ὤν, καὶ ταῦτα ὑπὸ πολλῶν, ἐκπηδᾷ τοῦ πρέμνου, καὶ κλάδου τινὸς ἐπηρτημένου καὶ μετεώρου λαμβάνεται ἄκρου ταῖς χερσί, καὶ ἐγκρατῶς εἴχετο οὐκ ἐπʼ ὀλίγον· οἱ δὲ αἴλουροι, ὡς οὐκ ἦν ἐφικτὰ αὐτοῖς ἔτι, ἐπʼ ἄλλην θήραν κατέδραμον. ὃ δὲ κατὰ πολλὴν τὴν σπουδὴν διεσώζετο, ἑαυτῷ ὀφείλων ὡς τὸ εἰκὸς ζωάγρια.
8
Ἀριστοτέλης ὄφεσιν ἔχθρὰν εἶναι τὴν Ἀστυπαλαιέων γῆν λέγει, καθάπερ καὶ τὴν Ῥήνειαν ταῖς γαλαῖς ὁ αὐτὸς ὁμολογεῖ ἡμῖν. κορώνῃ δὲ ἐς τὴν Ἀθηναίων ἀκρόπολιν οὐκ ἔστιν ἐπιβατά. ἡμιόνων δὲ Ἦλιν μητέρα οὐκ ἐρεῖς, ἢ τὸ λεχθὲν ψεῦδός ἐστιν.