Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 5

18 ὁ ὀρφὼς θαλάττιον ζῷόν ἐστι, καὶ εἰ ἕλοις καὶ ἀνατέμοις, οὐκ ἂν ἴδοις τεθνεῶτα παραχρῆμα αὐτόν, ἀλλὰ ἐπιλαμβάνει τῆς κινήσεως καὶ οὐκ ἐπʼ ὀλίγον. διὰ χειμῶνος δὲ ἐν τοῖς φωλεοῖς οἰκουρῶν χαίρει· διατριβαὶ δὲ ἄρα αἱ πρὸς τῇ γῇ μᾶλλον φίλαι αὐτῷ.
19 Λύκος ὁμόσε ταύρῳ χωρεῖν καὶ ἰέναι οἱ κατὰ πρόσωπον ἥκιστός ἐστι, δέδοικε δὲ τὰ κέρατα καὶ τὰς ἀκμὰς αὐτῶν ἐκνεύει. καὶ ὡς ἐξ εὐθείας οἱ μαχούμενος ἀπειλεῖ· οὐ μὴν δρᾷ τοῦτο, ἀλλὰ ὥσπερ οὖν ἐπιθησόμενος ὑποφαίνει, εἶτα μέντοι προσπεσόντος ὃ δὲ ἑαυτὸν ἐξελίξας ἐς τὰ νῶτα ἀνέθορε, καὶ ἐγκρατῶς ἔχεται τοῦ θηρὸς ὁ θὴρ ὁ ἀντίπαλος, καὶ κατισχύει αὐτοῦ σοφίᾳ φυσικῇ τὸ ἐνδέον ἀνακούμενος ὁ λύκος.
20 ὄνος ὁ θαλάττιος ἐν τῇ γαστρὶ τὴν καρδίαν ἔλαχεν ἔχειν, ὡς οἱ δεινοὶ τὰ τοιαῦτα ὁμολογοῦσιν ἡμῖν καὶ διδάσκουσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi