Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 6

21 ἐν Ἰνδοῖς, ὡς ἀκούω, ἐλέφας καὶ δράκων ἐστὶν ἔχθιστα. οὐκοῦν οἱ μὲν ἐλέφαντες ἀποσπῶντες τῶν δένδρων τοὺς κλάδους, ἐκείνους νέμονται. ὅπερ οὖν εἰδότες οἱ δράκοντες ἐπʼ αὐτὰ μὲν ἀνέρπουσιν, τὸ δὲ ἥμισυ σφῶν αὐτῶν τὸ οὐραῖον τῶν δένδρων περιβάλλουσι τῇ κόμῃ, τὸ δὲ ἐς τὴν κεφαλὴν προῖὸν ἥμισυ μεθῆκαν καλωδίου δίκην ἀπηρτημένον. καὶ ὃ μὲν προσῆλθεν ἀποδρέψασθαι τῶν ἀκρεμόνων ὁ ἐλέφας, ὁ δὲ δράκων ἐμπηδᾷ τοῖς ὀφθαλμοῖς καὶ ἐξορύττει, εἶτα τῷ τραχήλῳ περιερπύσας, τείνων τῷ οὐραίῳ μέρει καὶ σφίγγων θατέρῳ ἀπάγχει τὸ θηρίον ἀήθει βρόχῳ καὶ καινῷ.
22 ἔχθιστα δὲ τῷ μὲν λέοντι πῦρ καὶ ἀλεκτρυών, ὕαινα δὲ τῇ παρδάλει, σκορπίῳ δὲ ἀσκαλαβώτης· νάρκη γοῦν τὸν σκορπίον καταλαμβάνει προσαχθέντος οἱ τοῦ ζῴου τοῦ προειρημένου. δράκοντα δὲ ἐλέφας ὀρρωδεῖ· ὑποζύγιον δὲ πᾶν τὴν μυγαλῆν οὐ θαρρεῖ, ἀστακὸς δὲ πολύποδα. καὶ μέντοι καὶ προωθούμενοι ἐκ τῶν τεγῶν οἱ κύνες, οὐκ ἂν αὐτοὺς ῥίψειας· τοῦ γάρ τοι κινδύνου δεδοίκασι τὸ μέγεθος.
23 οἷα δὲ ἄρα σοφίσματα καὶ τοῖς σκορπίοις ἡ φύσις ἔοικε δοῦναι καὶ τοῖσδε ἴδια. οἱ Λίβυες τὸ πλῆθος αὐτῶν ὑφορώμενοι καὶ τὰ τεχνάσματα μηχανὰς αὐτοῖς μυρίας ἀντεπινοοῦσι κοῖλα ὑποδήματα φοροῦντες καὶ ὑψηλοὶ καὶ μετέωροι καθεύδοντες καὶ τῶν τοίχων ἀναστέλλοντες τὰς κειρίας καὶ τῶν κλινῶν τοὺς πόδας ἐς ὑδρίας ὕδατος πεπληρωμένας ἐντιθέντες, καὶ οἴονται τὸ λοιπὸν ἐν ἀδείᾳ τε καὶ εἰρήνῃ καθεύδειν πολλῇ. οἳ δὲ ὁποῖα παλαμῶνται. σκορπίος εἰ λάβοιτο ὁπόθεν ἑαυτὸν ἐξαρτήσει κατὰ τοῦ ὀρόφου, ἔχεται τούτου ταῖς χηλαῖς καὶ μάλα ἐγκρατῶς καὶ καθῆκε τὸ κέντρον. οὐκοῦν ὁ δεύτερος κάτεισιν ἐκ τῆς στέγης, καὶ διὰ τοῦ πρώτου καθέρπει, καὶ τοῦ κέντρου τοῦ ἐκείνου ἔχεται καὶ αὐτὸς ταῖς χηλαῖς, καὶ τό γε ἑαυτοῦ μετέωρον εἴασε κέντρον· καὶ ὁ τρίτος ἐκεῖθεν ἔχεται, καὶ ὁ τέταρτος ἐκ τοῦ τρίτου, καὶ ὁ πέμπτος κατὰ στοῖχον, καὶ οἱ ἐπʼ ἐκείνοις διὰ τῶν πρώτων καθέρποντες. εἶτα ὁ τελευταῖος ἔπαισε τὸν καθεύδοντα καὶ διὰ τῶν ἀνωτέρω ἀνέρπει, καὶ ὁ μετʼ ἐκεῖνον καὶ ὁ κάτωθεν τρίτος καὶ οἱ λοιποί, ἔστε οἱ πάντες ἀλλήλων ἀπελύθησαν οἷα δήπου λύσαντες ἅλυσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi