Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 6

27 αἰλούρων ὁ μὲν ἄρρην ἐστὶ λαγνίστατος, ὁ δὲ θῆλυς φιλότεκνος, φεύγει δὲ τὴν πρὸς τὸν ἄρρενα ὁμιλίαν· ἀφίησι γὰρ τὸν θορὸν θερμότατόν τε καὶ προσεοικότα πυρί, καὶ κάει τῆς θηλείας τὸ ἄρθρον. εἰδὼς οὖν ὁ ἄρρην τοῦτο τὰ κοινὰ βρέφη διαχρῆται, ἣ δὲ παίδων ἑτέρων πόθῳ ἑαυτὴν παρέχει συνελθεῖν γλιχομένῳ. φασὶ δὲ τοὺς αἰλούρους πάντα ὅσα δυσώδη ἐστὶ μισεῖν τε καὶ βδελύττεσθαι. ταύτῃ τοι καὶ τὸ σφέτερον περίττευμα ἀφιέναι πρότερον βόθρον ὀρύξαντας, ἵνα ἀφανίσωσιν αὐτὸ τῆς γῆς ἐπιβαλόντες.
28 Ἀκολαστότατον τῶν ἰχθύων τὸν πολύποδα εἶναί φασι καὶ ἐς τοσοῦτον λαγνεύειν, ἐς ὅσον αὐτῷ ἡ πᾶσα τοῦ σώματος ῥώμη ἐκρυεῖσα ἀσθενῆ ἀπέφηνε καὶ νήξασθαι μὲν ἥκιστον, τροφὴν δὲ μαστεῦσαι ἀδύνατον, καὶ διὰ ταῦτα ἄλλους τρέφειν. τὰ γοῦν σμικρὰ τῶν ἰχθυδίων καὶ τὰς καλουμένας καρκινάδας καὶ τοὺς καρκίνους ἐπιφοιτᾶν τε ἅμα καὶ κατεσθίειν αὐτόν. λέγουσι δὲ ταύτην εἶναι τὴν αἰτίαν τοῦ μὴ δύνασθαι πολύποδα ἐνιαυτοῦ βιῶναι χρόνον μακρότερον. καὶ θῆλυς δὲ ἄρα πολύπους ἀναλίσκεται ῥᾳδίως τίκτων πολλάκις.
29 Φύλαρχος μέμνηται παῖδα ἰσχυρῶς φιλόρνιθα ἀετοῦ νεοττὸν λαβεῖν δῶρον καὶ τρέφειν τροφῇ ποικίλῃ καὶ κηδεμονίαν αὐτῷ προσφέρειν πᾶσαν· οὐ γάρ τί που ὡς ἄθυρμα ἐς παιδιὰν ἔτρεφε τὸν ὄρνιν, ἀλλὰ ἐρωμένου δίκην ἢ ἀδελφοῦ νεωτέρου, οὕτως ἄρα ὁ παῖς τοῦ ἀετοῦ προμηθῶς εἶχεν. προϊὼν δὲ ὁ χρόνος ἐς φιλίαν αὐτοὺς ἐξῆψεν ἀλλήλων ἰσχυράν. συνηνέχθη δὲ καμεῖν τὸ σῶμα τὸν παῖδα. καὶ τὸν ἀετὸν παραμένειν καὶ νοσηλεύειν τὸν τροφέα, καὶ καθεύδοντος μὲν ἡσυχάζειν, ἐγρηγορότος δὲ παρεστάναι, ἀσιτοῦντος δὲ τροφὴν μὴ προσίεσθαι. ἐπεὶ
30 δὲ καὶ τὸν βίον ὁ παῖς κατέστρεψεν, ἠκολούθησε καὶ ὁ ἀετὸς μέχρι τοῦ μνήματος· καομένου δὲ ἑαυτὸν ἐς τὴν πυρὰν ἐνέβαλεν. Ὁ ἰχθὺς ὁ ὄνος τὰ μὲν ἄλλα ὅσα ἐντὸς προσπέφυκεν οὐ πάνυ τι τῶν ἑτέρων διεστῶτα κέκτηται, μονότροπος δέ ἐστι καὶ σὺν ἄλλοις βιοῦν οὐκ ἀνέχεται. ἔχει δὲ ἄρα ἰχθύων μόνος οὗτος ἐν τῇ γαστρὶ τὴν καρδίαν καὶ ἐν τῷ ἐγκεφάλῳ λίθους, οἵπερ οὖν ἐοίκασι μύλαις τὸ σχῆμα. σειρίου δὲ ἐπιτολῇ φωλεύει μόνος, τῶν ἄλλων ἐν ταῖς κρυμωδεστάταις φωλεύειν εἰθισμένων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi