Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 6

31 οἱ θηρῶντες τοὺς παγούρους ἐπʼ αὐτοὺς ἐμηχανήσαντο τὴν μουσικὴν δέλεαρ. φωτιγγίῳ γοῦν ʽὄνομα δὲ ὀργάνου τοῦτὀ αἱροῦσιν αὐτούς. οἳ μὲν γὰρ ἐν τοῖς φωλεοῖς δεδύκασιν, οἳ δὲ ὑπάρχονται τοῦ μέλους. καὶ ἀκούσαντες οἱ πάγουροι πείθονται ὡς ὑπό τινος ἴυγγος προελθεῖν τῆς θαλάμης, εἶτα ὑπὸ τῆς ἡδονῆς ἑλκόμενοι προΐασι καὶ ἔξω τῆς θαλάττης, οἳ δὲ αὐλοῦντες ἐπὶ πόδα ἀναχωροῦσι. καὶ ἐκεῖνοι ἕπονται καὶ ἐπὶ τῆς γῆς ἁλίσκονται.
32 οἱ δὲ τῇ Μαρείᾳ λίμνῃ προσοικοῦντες τὰς θρίσσας θηρῶσι τὰς ἐκεῖθι ᾠδῆς μέλει τορωτάτῳ καὶ κρότῳ ὀστράκων ὁμορροθοῦντι πρὸς τὸ μέλος· αἳ δὲ ὥσπερ ὀρχούμεναι ὑπὸ τῷ μέλει πηδῶσι, καὶ ἐμπίπτουσι τοῖς θηράτροις, ἅπερ οὖν αὐτοῖς περιπέπταται, καὶ λαμβάνουσιν οἱ Αἰγύπτιοι θήραν εὔοψον σὺν χορείᾳ τε καὶ παιδιᾷ.
33 Αἰγυπτίους ἐγὼ πυνθάνομαι μαγείᾳ τινὶ ἐπιχωρίῳ τοὺς ὄρνιθας ἐκ τοῦ οὐρανοῦ καταφέρειν· τῶν δὲ φωλεῶν τοὺς ὄφεις ἐπαοιδαῖς τισι καταγοητεύσαντες εἶτα μέντοι προάγουσι ῥᾷστα.
34 ὁ κάστωρ ἀμφίβιόν ἐστι ζῷον, καὶ μεθʼ ἡμέραν μὲν ἐν τοῖς ποταμοῖς καταδὺς διαιτᾶται, νύκτωρ δὲ ἐπὶ τῆς γῆς ἀλᾶται, οἷς ἂν περιτύχῃ τούτοις τρεφόμενος. οὐκοῦν ἐπίσταται τὴν αἰτίαν διʼ ἣν ἐπʼ αὐτὸν οἱ θηραταὶ σὺν προθυμίᾳ τε καὶ ὁρμῇ τῇ πάσῃ χωροῦσι, καὶ ἐπικύψας καὶ δακὼν ἀπέκοψε τοὺς ἑαυτοῦ ὄρχεις, καὶ προσέρριψεν αὐτοῖς, ὡς ἀνὴρ φρόνιμος λῃσταῖς μὲν περιπεσών, καταθεὶς δὲ ὅσα ἐπήγετο ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, λύτρα δήπου ταῦτα ἀλλαττόμενος. ἐὰν δὲ ᾖ πρότερον ἐκτεμὼν καὶ σωθεὶς εἶτα πάλιν διώκηται, ὃ δὲ ἀναστήσας ἑαυτὸν καὶ ἐπιδείξας ὅτι τῆς αὐτῶν σπουδῆς οὐκ ἔχει τὴν ὑπόθεσιν, τοῦ περαιτέρω καμάτου παρέλυσε τοὺς θηρατάς· ἧττον γάρ τοι τῶν κρεῶν ἐκείνοις φροντίς ἐστι. πολλάκις δὲ καὶ ἔνορχοι ὄντες, ὡς ὅτι πορρωτάτω ἀποσπάσαντες τῷ δρόμῳ, εἶτα ὑποστείλαντες τὸ σπουδαζόμενον μέρος, πάνυ σοφῶς καὶ πανούργως ἐξηπάτησαν, ὡς οὐκ ἔχοντες ἃ κρύψαντες εἶχον.
35 βούπρηστις ζῷόν ἐστιν, ὅπερ οὖν ἐὰν βοῦς καταπίῃ, πίμπραται καὶ ῥηγνύμενος ἀπόλλυται οὐ μετὰ μακρόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi