Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 6

41 ἔθος τοῦτο Αἰγύπτιον. ὅταν κατὰ τὴν Αἴγυπτον ὕσῃ ʽῥανίσι δὲ ὕει λεπταῖσʼ, μύες παραχρῆμα τίκτονται. οὐκοῦν κατὰ τὰς ἀρούρας πλανώμενοι οὗτοι λυμαίνονται τοῖς ληίοις ὑποτέμνοντες τοὺς στάχυς καὶ ὑποκείροντες, ἤδη μέντοι καὶ τοὺς σωροὺς τῶν δραγμάτων κεραΐζοντες λυποῦσι τοὺς Αἰγυπτίους. καὶ διὰ ταῦτα πάγαις τε αὐτοὺς ἐλλοχῶσι καὶ θριγκοῖς ἀναστέλλουσι καὶ τάφροις ἀνείργουσι καὶ κάουσιν ἐν ταύταις πῦρ. οἱ τοίνυν μύες οὐδὲ τὴν ἀρχὴν πρὸς τὰς πάγας προσφοιτῶσιν, ἐῶσι δὲ αὐτὰς ἑστάναι ἄλλως· τοῖς δὲ θριγκοῖς καίτοι λελειωμένοις ὑπὸ τῆς χρίσεως ἐπαναβαίνουσιν, ἁλτικώτατοί τε ὄντες εἶτα μέντοι ὑπερπηδῶσι τὰς τάφρους. ὅταν οὖν ἀπαγορεύσαντες οἱ Αἰγύπτιοι τὰς μηχανὰς καὶ τὰς ἐπιβουλὰς ὡς ἀχρήστους ἀπολίπωσι καὶ ἐκτραπέντες ἐπί τε δέησιν ἔλθωσι καὶ ἱκετείας τὰς πρὸς τοὺς θεούς, ἐνταῦθα δήπου τὴν ἐκ τῶν θεῶν μῆνιν ὀρρωδοῦσιν οἱ μύες, καὶ ἔς τι ὄρος ἀναχωροῦσι τάξιν πλαισίου φυλάττοντες. οἱ μὲν οὖν νεώτατοι πρῶτοι, οὐραγοῦσι δὲ οἱ μέγιστοι, καὶ τοὺς ὑπολειπομένους ἐπιστραφέντες εἶτα μέντοι ἕπεσθαί σφισιν ἐκβιάζονται. ἐὰν δὲ οἱ νεώτατοι κάμνοντες ὑποστῶσι, καὶ τὸ ἑπόμενον ἵσταται πᾶν, ὡς ἐν δυνάμει στρατιωτικῇ πέφυκε γίνεσθαι. ὅταν δὲ ὑπάρξηται ἡ ἐκ τῶν πρώτων κίνησις, ἐνταῦθα καὶ οἱ λοιποὶ ἕπονται. λέγουσι δὲ καὶ οἱ τὸν Πόντον οἰκοῦντες τὰ αὐτὰ καὶ ἐκεῖθι τοὺς μῦς δρᾶν. πεπίστευται δὲ καὶ ἐξ οἰκίας ἁπάσης, ἥτις μέλλει πεσεῖσθαι, ᾗ ποδῶν ἔχουσι μετοικίζεσθαι πάντας. ἰδιότης δὲ ἄρα μυῶν καὶ ἐκείνη. ἐπειδὰν ἀκούσωσι γαλῆς τριζούσης ἢ συρίττοντος ἔχεως, ἐκ τῆς μυωπίας τῆς μιᾶς τὰ ἑαυτῶν βρέφη ἄλλο ἄλλῃ μετοικίζουσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi