Kitap 6
43
σύριγγας μὲν Αἰγυπτίας ᾅδουσιν μὲν οἱ συγγραφεῖς, ᾅδουσι δὲ καὶ λαβυρίνθους τινὰς Κρητικοὺς ἐκεῖνοί τε αὐτοὶ καὶ τὸ τῶν ποιητῶν φῦλον· μυρμήκων δὲ ἐν γεωρυχίᾳ ποικίλας ἀτραποὺς καὶ ἑλιγμοὺς καὶ περιόδους οὔπω ἴσασι. σοφίᾳ δὲ ἄρα τὴν ὑπόγειον οἰκονομίαν τήνδε ἀπεργάζονται σκολιωτάτην, τοῖς ἐπιβουλεύουσί σφισι τῶν θηρίων τὴν πάροδον δύσπορον ἢ καὶ παντελῶς ἄπορον ἀποφαίνοντες. τὴν δὲ γῆν ἣν ἐξορύττουσιν, ἀλλὰ ταύτην ὑπὲρ τοῦ στομίου περιβαλόντες οἱονεὶ τείχη τινὰ καὶ προβλήματα ἐργάζονται, ὡς μὴ τὸ ὕδωρ τὸ ἐξ οὐρανοῦ καταθέον εἶτα ῥᾳδίως αὐτοὺς ἐπικλύσαν ἢ ἀπολέσῃ πάντας ἢ τούς γε πλείστους. αἱμασιὰς δέ τινας μέσας διειργούσας ἀπʼ ἀλλήλων τοὺς χηραμοὺς διατειχίζουσι καὶ μάλα ἐντέχνως, εἶεν δʼ ἂν οἱ χῶροι τρεῖς, ὡς ἐν οἰκίᾳ σοβαρᾷ. καὶ τὸν μὲν ἀποφαίνουσιν ἀνδρῶνα εἶναι, ἐν ᾧ διαιτῶνται οἱ ἄρρενες καὶ ὅσον σὺν αὐτοῖς θῆλυ· τὸν δὲ ἕτερον, ἔνθα ἀποτίκτουσι κύουσαι μύρμηκες, οἱονεὶ γυναικῶνα· τρίτον δʼ ἕτερον θησαυρόν τε καὶ σιρὸν ἀποκρίνουσι τοῖς ἠθροισμένοις σπέρμασι. καὶ οὔτε Ἰσχόμαχος ἐνταῦθα οὔτε Σωκράτης ὑπὲρ τῆς ἀξιοζήλου οἰκονομίας σπουδάζοντες διδάσκουσιν αὐτά. οἱ δὲ μύρμηκες προῖόντες ὥσπερ οὖν ἐπισιτίσασθαι, τοῖς μεγίστοις ἕπονται· οἳ δὲ ἄγουσι στρατηγῶν δίκην. καὶ ἐς τὰ λήια ἐλθόντες οἱ μὲν ἔτι νεαροὶ τὴν καλάμην ὑφεστᾶσιν, οἱ δὲ ἡγεμόνες ἀνέρπουσι, καὶ τοὺς καλουμένους οὐραχοὺς τῶν καρπίμων διατραγόντες τῷ δήμῳ τῷ κάτω ῥίπτουσιν· οἳ δὲ περιελθόντες τοὺς μὲν ἀθέρας ἀποκόπτουσιν, ἐκλέπουσι δὲ τὰς τὸν πυρὸν στεγούσας τε καὶ περιαμπεχούσας θυλακίδας. καὶ μήτε ἀλοητοῦ δεόμενοι μήτε ἀνδρῶν λικμῆσαι δυναμένων μήτε μὴν ἐπειγομένων πνευμάτων ἀποκρῖναι καὶ διαστῆσαι τάς τε ἄχνας καὶ τὸν καρπόν, ἀνθρώπων ἀρούντων τε καὶ σπειρόντων τροφὰς ἔχουσι μύρμηκες. σοφὸν δὲ καὶ ἐκεῖνο προσακήκοα, ὅτι ἄρα τοὺς τεθνεῶτας μύρμηκας οἱ προσήκοντες ἐν ταῖς τῶν πυρῶν κηδεύουσι θυλακίσιν, ὡς πατέρας ἢ πᾶν τὸ φίλιον ἐν ταῖς σοροῖς οἱ ἄνθρωποι.