Kitap 6
44
ἵππος εἰ τυγχάνοι κηδεμονίας, ἀμείβεται τὸν εὐεργέτην εὐνοίᾳ τε καὶ φιλίᾳ. καὶ ὁποῖος μὲν ἦν ὁ Βουκεφάλας ἐς Ἀλέξανδρον διαρρεῖ πανταχόσε ὁ λόγος, καὶ οὔ μοι λέγειν αὐτὸν ἥδιόν ἐστι. καὶ τὸν Ἀντιόχου δὲ ἵππον τὸν τιμωρήσαντα τῷ δεσπότῃ καὶ ἀποκτείναντα τὸν Γαλάτην ὅσπερ οὖν ἀπέσφαξε τὸν Ἀντίοχον ἐν τῇ μάχῃ ʽὄνομα δὲ τῷ Γαλάτῃ Κεντοαράτης ἦνʼ ἐῶ καὶ τοῦτον. Σωκλῆς δὲ ἄρα ʽοὐ γάρ τί που πολλοὶ τόνδε μοι δοκοῦσιν ἐγνωκέναἰ Ἀθηναῖος μὲν ἦν, καλὸς δὲ καὶ ἐδόκει καὶ ἐπεφύκει. οὗτος οὖν ἐπρίατο ἵππον ὡραῖον μὲν καὶ αὐτόν, ἐρωτικὸν δὲ ἰσχυρῶς καὶ οἷον σοφώτερον ἢ κατὰ τοὺς ἄλλους ἵππους. οὐκοῦν ἐρᾷ τοῦ δεσπότου δριμύτατα, καὶ προσιόντος ἐφριμάττετο καὶ ἐπικροτοῦντος ἐφρυάττετο, καὶ ἀναβαίνοντος ἑαυτὸν παρεῖχεν εὐπειθῆ, καὶ παρεστῶτος κατὰ πρόσωπον ὃ δὲ ὑγρὸν ἑώρα. καὶ ταῦτα μὲν ἐρωτικὰ ὄντα ἤδη ὅμως τερπνὰ ἐδόκει· ἐπεὶ δὲ ἦν ὥς τι καὶ δρασείων ἐς τὸ μειράκιον προπετέστερος, καὶ διέρρει λόγος ὑπὲρ ἀμφοῖν ἀτοπώτερος, ὁ Σωκλῆς οὐκ ἐνεγκὼν τὸ ἀπόφημον, ὡς ἐραστὴν ἀκόλαστον μισήσας ἀπημπόλησε τὸν ἵππον. ὃ δὲ οὐ φέρων τὴν ἐρημίαν τὴν ἀπὸ τοῦ καλοῦ, ἑαυτὸν τοῦ ζῆν ἀπήλλαξε λιμῷ βιαιοτάτῳ.
45
νοοῦσι δὲ ἄρα ἀτταγᾶς μὲν ἀλεκτρυόνι ἔχθιστα, ἀλεκτρυὼν δὲ αὖ πάλιν ἀτταγᾶ, καὶ κορώνῃ κίρκος καὶ ἐκείνη ἐκείνῳ, καὶ πελαγίῳ ἱέρακι ὁ κόραξ καὶ κόρακι ἐκεῖνος, τρυγόνι τε κόραξ καὶ κίρκος, καὶ μέντοι καὶ ἡ τρυγὼν ἑκατέρῳ. πέπυσμαι δὲ καὶ πελαργὸν νυκτερίδα μισεῖν, καὶ ἐκείνην ἀντιμισεῖν ὡς πολέμιον, πελεκᾶνα δὲ μὴ νοεῖν φίλα ὄρτυγι. καὶ ἀμοιβὴν τοῦ μίσους ἀκούω εἶναι.