Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 6

46 ἀποκτίννυσι δὲ ἀετὸν μὲν τὸ καλούμενον σύμφυτον, τὴν δὲ ἶβιν ὑαίνης χολή, σκορόδου σπέρμα τὸν ψᾶρα, χαραδριὸν ἄσφαλτος, τὸν δὲ ἐχῖνον ὁ καλούμενος ποταμογείτων. ἐχῖνος δὲ αἰθυίας χολὴν οὐχ ὑπομένει. κίρκος δὲ καὶ λάρος καὶ τρυγὼν καὶ κόσσυφος καὶ τὸ γυπῶν ἔθνος σίδην κοπεῖσαν εἰ διατράγοιεν, ἀπολώλασι. κέδρου τὸν καλαμοδύτην ἀπόλλυσι φύλλα, ἄνθος δὲ ἄγνου τὸν μελαγκόρυφον, κόρακα δὲ εὐζώμου σπέρμα. μύρῳ κάνθαρος ἀποθνήσκει, στέατι δορκάδος ὁ ἔποψ. κορώνη δὲ λυκοβρώτου κρέως λειψάνῳ περιτυχοῦσα ἀποθνήσκει. κορυδαλλὸς δὲ νάπυος σπέρματι, γέρανος ἀμπέλου δάκρυον σπάσασα διεφθάρη.
47 λαγὼ δὲ πέρι καὶ ἐνταῦθα ἔπεισιν εἰπεῖν τοιαῦτά μοι. ἐς τὴν κοίτην τὴν συνήθη οὐ πάρεισιν ὁ λαγὼς πρὶν ἢ ταράξαι τὰ ἴχνη, πῆ μὲν ἐσιὼν πῆ δὲ ἐξιών, ἵνα ἀφανίσῃ τὴν ἐκ τῶν θηρατῶν ἐς αὐτὸν ἐπιβουλήν, σοφίᾳ τινὶ φυσικῇ τὸ θηρίον τοὺς ἀνθρώπους αἱμυλώτατα ἀπατῆσαν.
48 μήτηρ δὲ ἄρα καὶ ἡ θήλεια ἵππος ἀγαθὴ ἦν καὶ τοῦ πώλου τοῦ ἐξ αὐτῆς μεμνῆσθαι δεινή. ὅπερ οὖν κατεγνωκὼς Δαρεῖος ὁ κάτω εἶτα μέντοι ἐπήγετο ἐς τὰς μάχας ἐξ ὠδίνων ἵππους τὰ βρέφη καταλιπούσας οἴκοι. τρέφονται δὲ καὶ ὀρφανοὶ μητέρων οἱ πῶλοι γάλακτι ξένῳ, ὥσπερ οὖν καὶ οἱ ἄνθρωποι. οὐκοῦν ὅτε ἡ τροπὴ τῆς μάχης τῆς κατὰ τὸν Ἰσσὸν τὰ Περσῶν πιέζειν ὑπήρξατο, καὶ ἐνικᾶτο Δαρεῖος, ἵππον ἀνέβη θῆλυν, φυγῆς δεόμενος καὶ σωτηρίας ὠκίστης. ἣ δὲ ἄρα τοῦ καταλειφθέντος μνήμῃ, ὡς εἶχεν ἐπιθυμίας καὶ ποδῶν, τὸν δεσπότην ὑμνεῖται

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi