Kitap 6
58
ἄνευ δὲ λογιστικῆς οἱ φοίνικες συμβαλεῖν ἐτῶν πεντακοσίων ἴσασιν ἀριθμόν, μαθηταὶ φύσεως τῆς σοφωτάτης ὄντες, καὶ διὰ ταῦτά τοι μηδὲ δακτύλων δεδεημένοι ἢ ἄλλου τινὸς ἐς ἐπιστήμην ἀριθμητικῆς. ὑπὲρ ὅτου δὲ ἴσασι τοῦτο καὶ εἰδέναι ἀνάγκη αὐτούς, δημώδης ἐστὶν ὁ λόγος. τὸν δὲ τῶν πεντακοσίων ἐτῶν χρόνον πληρούμενον ἴσασιν Αἰγυπτίων ἤ τις ἢ οὐδείς, ὀλίγοι δὲ κομιδῆ καὶ οὗτοι τῶν ἱερέων. οὗτοι γοῦν πρὸς ἀλλήλους ὑπὲρ τούτων οὐ ῥᾳδίως συμβῆναι ἔχουσιν, ἀλλὰ οἳ μὲν ἐρεσχελοῦσι σφᾶς αὐτοὺς ἐρίζοντες ὡς οὐ νῦν ἀλλʼ ἐς ὕστερον ὅδε ὁ θεῖος ὄρνις ἀφίξεται ἢ ὡς ἐχρῆν ἥκειν· ὃ δὲ ἄλλως ἐκείνων ἐριζόντων ἀποσημαίνεται δαιμονίως τὸν καιρὸν καὶ πάρεστιν. οἳ δέ, θύειν ἀνάγκη αὐτοὺς καὶ ὁμολογεῖν ὅτι τὸν μὲν ἥλιον ἐν ταῖς λέσχαις καταδύειν ἄγουσι σχολήν, οὐκ ἴσασι δὲ ὅσα ὄρνιθες. ἐκεῖνα δέ, ὢ πρὸς τῶν θεῶν, οὐ σοφά, εἰδέναι ποῦ μὲν Αἴγυπτός ἐστι, ποῦ δὲ καὶ Ἡλίου πόλις, ἔνθα αὐτῷ πέπρωται ἥκειν, καὶ ὅπου ποτὲ τὸν πατέρα καταθέσθαι χρὴ καὶ ἐν θήκαις τίσι; ταῦτα δὲ εἰ μὴ δοκεῖ θαυμαστά, ἆρά γε τὰ ἀγοραῖα καὶ τὰ ἐνόπλια καὶ τὰς ἄλλας τῶν ἀνθρώπων ἐς ἀλλήλους τε καὶ κατʼ ἀλλήλων ἐπιβουλὰς ἐροῦμεν σοφά; ἐμοὶ μὲν οὐ δοκεῖ, ὦ Σισύφων καὶ Κερκώπων καὶ Τελχίνων ζηλωταὶ ἄνθρωποι. λέγω δὲ πρὸς τοὺς ἀκριβοῦντας ταῦτα, πρός γε μὴν τοὺς ἀτελέστους τοῖς προειρημένοις κακοῖς οὐ λέγω.