Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 6

10 αὐτῆς. ταύρῳ δὲ λιμώττουσα ὅταν ἐντύχῃ, κατὰ μὲν τὸ καρτερὸν καὶ ἐξ εὐθείας οὐ μάχεται, προσπαλαίει δέ, καὶ τοῦ τένοντος λαβομένη κλίνει, καὶ ἅμμα σφίγγει. ὃ δὲ πιέζεται καὶ μέμυκε, καὶ τελευτῶν ἀπεῖπε καὶ κεῖται, καὶ ἐκείνη ἐμπίπλαται. μαθεῖν δὲ ἀγαθὰ ζῷα καὶ ταύτῃ κατέγνωμεν. ἐπὶ τῶν Πτολεμαίων οἱ Αἰγύπτιοι τοὺς κυνοκεφάλους καὶ γράμματα ἐδίδασκον καὶ ὀρχεῖσθαι καὶ αὐλεῖν καὶ ψαλτικήν. καὶ μισθὸν κυνοκέφαλος ἐπράττετο ὑπὲρ τούτων, καὶ τὸ διδόμενον ἐς φασκώλιον ἐμβαλὼν ἐξηρτημένον ἔφερεν, ὡς οἱ τῶν ἀγειρόντων δεινοί. ὅτι δὲ Συβαρῖται καὶ ὄρχησιν ἵππους ἐπαίδευσαν, πάλαι κεκήρυκται. ἐλεφάντων δὲ τὸ εὐπειθὲς ἐς τὰ μαθήματα καὶ τὸ ῥᾴδιον ἀνωτέρω εἶπον. κύνες δὲ ἄρα καὶ τὰ οἴκοι ὑπηρετεῖν τοῖς ἐκπαιδεύσασιν αὐτοὺς ἱκανοί, καὶ ἀπόχρη πένητι δοῦλον κύνα ἔχειν. ἦσαν δὲ ἄρα καὶ τῶν τοιούτων ἄδουλοι, ὥσπερ οὖν Ἀράβων μὲν οἱ Τρωγλοδύται, Λιβύων δὲ οἱ Νομάδες, καὶ τῶν Αἰθιόπων ὅσον λιμνόβιόν ἐστι, πέρα τῆς ἐκ τῶν ἰχθύων τροφῆς μεμαθηκὸς σιτεῖσθαι οὐδὲ ἕν. μέμνηται δὲ ὧν πάσχει τὰ ζῷα, καὶ δεῖταί γε τέχνης τῆς ἐς τὴν μνήμην οὐ Σιμωνίδου, οὐχ Ἱππίου, οὐ Θεοδέκτου, οὐκ ἄλλου τινὸς τῶν ἐς τόδε τὸ ἐπάγγελμα καὶ τήνδε τὴν σοφίαν κεκηρυγμένων. ἔνθα γοῦν ἀφῃρέθη ἡ βοῦς τὸν μόσχον, ἐνταῦθα ἐλθοῦσα ὠδύρατο μυκηθμῷ συντρόφῳ τὸ πάθος. καὶ βόες μέντοι ὑπὸ ζυγὸν ἰέναι μέλλοντες οἳ μὲν μειδιῶσιν, οἳ δὲ ἐπὶ πόδα ἀναχωροῦσιν. ἵππος δὲ ὅταν ἀκούσῃ ψαλίων κρότον καὶ χαλινοῦ κτύπον, καί προστερνίδιά τε καὶ προμετωπίδια θεάσηται, φριμάττεται ἐνταῦθα, καὶ τὰς ὁπλὰς σκιρτῶν ἐπικροτεῖ καὶ ἐνθουσιᾷ, ἥ τε τῶν ἱπποβοσκῶν βοὴ ἐγείρει αὐτόν, καὶ τὰ ὦτα ὤρθωσεν αὐτὸς καὶ τοὺς μυκτῆρας διέστησε μνήμῃ δρόμου καὶ συνηθείας ἴυγγι ἀμάχῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi