Kitap 6
11
τίκτει δὲ ἔλαφος παρὰ τὰς ὁδούς, καὶ ἔοικέ γε σοφίᾳ τοῦτο δρᾶν· δέδοικε γὰρ τὰ θηρία καὶ τὰς ἐξ αὐτῶν ἐπιβουλάς, τοὺς δὲ ἀνθρώπους θαρρεῖ. καὶ ἐκείνων μὲν πεπίστευκεν ἀσθενεστέρα οὖσα, τούτους δὲ ἀποδρᾶναι δύνασθαι οὐκ ἀμφιβάλλει. καταπιανθεῖσα δὲ οὐκ ἂν ἔτι τέκοι παρὰ τὰς ὁδούς· οἶδε γὰρ ὅτι δραμεῖν ἐστι νωθεστέρα. τίκτει οὖν ἐν τοῖς ἄγκεσι καὶ ἐν τοῖς δρυμοῖς καὶ ἐν τοῖς αὐλῶσι.
12
ἡ χερσαία χελώνη διατραγοῦσα ὀριγάνου παρʼ οὐδὲν ποιεῖται τὸν ἔχιν. ἐὰν δὲ ἀπορήσῃ αὐτοῦ, πηγάνου ἐμφαγοῦσα ὥπλισται πρὸς τὸν ἐχθρόν. ἐὰν δὲ ἐκατέρου ἀτυχήσῃ, ἀνῄρηται.
13
ὁ ἔλαφος, ὡς ἀκούω, τὰ παρόντα ἀγαπᾷ, καὶ οὐκ ἐρᾷ πλειόνων, ἀλλὰ σωφρονεῖ περὶ τὴν γαστέρα τῶν ἀνθρώπων μᾶλλον. περὶ γοῦν τὸν Ἑλλήσποντόν ἐστι λόφος, καὶ νέμονται κατὰ τοῦδε ἔλαφοι, καὶ τῶν ὤτων αὐτοῖς τὸ ἕτερον διέσχισται, περαιτέρω δὲ οὐ χωροῦσι τοῦ λόφου, οὐδὲ νομῆς ἐρῶσι ξένης, οὐδὲ λειμῶνας ποθοῦσιν ἑτέρους πόας χρείᾳ περιττοτέρας· ἀπόχρη δὲ ἄρα τὰ παρόντα αὐτοῖς διʼ ἔτους ὅλου. τί πρὸς ταῦτα, ὦ ἄνθρωποι, ὑμεῖς, οὓς οὐκ ἂν ἐμπλήσειέ ποτε ἕως θανάτου οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει;
14
ἡ ὕαινα, ὡς Ἀριστοτέλης λέγει, ἐν τῇ ἀριστερᾷ χειρὶ ἔχει δύναμιν ὑπνοποιόν, καὶ ἐνεργάζεται κάρον μόνον προσθιγοῦσα. πάρεισι γοῦν ἐς τὰ αὔλια πολλάκις, καὶ ὅταν ἐντύχῃ τινὶ καθεύδοντι, προσελθοῦσα τὴν ὑπνοποιὸν ὡς ἂν εἴποις χεῖρα προσέθηκε τῇ ῥινί, ὃ δὲ ἄγχεταί τε καὶ πιέζεται. καὶ ἐκείνη μὲν ὑπορύττει τὴν γῆν τὴν ὑπὸ τῇ κεφαλῇ ἐς τοσοῦτον, ἐς ὅσον ἀνέκλασεν ἐς τὸν βόθρον καὶ τὴν φάρυγγα ὑπτίαν ἀπέφηνε καὶ γυμνήν· ἐνταῦθα δὲ ἡ ὕαινα ἐνέφυ καὶ ἀπέπνιξε καὶ ἐς τὸν φωλεὸν ἀπάγει. τοῖς κυσὶ δὲ ἐπιτίθεται ἡ αὐτὴ τὸν τρόπον ἐκεῖνον. ὅταν