Kitap 6
16
λιμοῦ μέλλοντος ἐπιδημεῖν αἰσθητικῶς ἔχουσι κύνες καὶ βόες καὶ ὗς καὶ αἶγες καὶ ὄφεις καὶ ζῷα ἄλλα, καὶ λοιμοῦ δὲ ἀφιξομένου συνίησι πρώτιστα καὶ σεισμοῦ. προγινώσκει δὲ καὶ ὑγίειαν ἀέρων καὶ εὐφορίαν καρπῶν. καὶ λόγου μὲν οὐ μετείληχε τοῦ καὶ σώζειν καὶ ἀποκτείνειν δυναμένου, τῶν γε μὴν προειρημένων οὐ διαμαρτάνει.
17
ἐν τῇ τῶν καλουμένων Ἰουδαίων γῇ ἢ Ἰδουμαίων ᾖδον οἱ ἐπιχώριοι καθʼ Ἡρώδην τὸν βασιλέα ἐρασθῆναι μείρακος ὡρικῆς δράκοντα μεγέθει μέγιστον, ὅσπερ οὖν ἐπιφοιτῶν εἶτα μέντοι τῇ προειρημένῃ συνεκάθευδε σφόδρα ἐρωτικῶς. οὐκοῦν ἡ μείραξ τὸν ἐραστὴν οὐκ ἐθάρρει, καίτοι προσέρποντα ὡς ἐνῆν πραότατά τε καὶ ἡμερώτατα. ὑπεξῆλθεν οὖν, καὶ διέτριψε μῆνα, οἷα δήπου λήθην τοῦ δράκοντος ἕξοντος κατὰ τὴν τῆς ἐρωμένης ἀποδημίαν. τῷ δὲ ἄρα ἡ ἐρημία ἐπέτεινε τὸ πάθος, καὶ ἐφοίτα μὲν ὁσημέραι καὶ νύκτωρ· οὐ μὴν ἐντυγχάνων ᾗ ἠβούλετο, ὡς ἐραστὴς ἀτυχῶν ἐν τῷ πόθῳ καὶ ἐκεῖνος ἤλγει. ἐπεὶ δὲ ἡ ἄνθρωπος ὑπέστρεψεν αὖθις, ὃ δὲ ἀφικνεῖται, καὶ περιβαλὼν τῷ λοιπῷ σώματι, τῇ οὐρᾷ τὰς κνήμας τῆς ἐρωμένης πεφεισμένως ἔπαιεν, ὑπεροφθείς τε καὶ μηνίων δῆθεν. οὔκουν ὁ καὶ τοῦ Διὸς ἄρχων αὐτοῦ καὶ τῶν θεῶν τῶν ἄλλων οὐδὲ τῶν ἀλόγων ὑπερορᾷ, ἀλλʼ ὅπως ἔχει πρὸς αὐτὰ καὶ διὰ τούτων καὶ διʼ ἄλλων ἀποδείκνυται.
18
οἱ ὄφεις ἑαυτοῖς συνεγνωκότες τὸν στόμαχον λεπτὸν καὶ μακρὸν ἔχουσιν, ὅμως ὄντες ἀδηφάγοι καὶ παμβορώτατοι, ὡς Ἀριστοτέλης λέγει, ἀνίστανται ὀρθοὶ καὶ ἐπʼ ἄκρας τῆς οὐρᾶς ἑστᾶσι, καὶ ἡ τροφὴ κατολισθάνει αὐτοῖς, καὶ ἐς τὸν ὄγκον τοῦ σώματος ἀποχωρεῖ· ἄποδες δὲ ὄντες εἶτα ἕρπουσιν ὤκιστα. ἤδη δὲ καὶ ἀκοντίων δίκην ἑαυτόν τις μεθίησι καὶ ἐπιφέρεται, καὶ τό γε ὄνομα ἐξ οὗ δρᾷ ἔχει· κέκληται γὰρ ἀκοντίας.
19
τῶν ἐν ᾠδαῖς τε καὶ μούσαις ὀρνίθων οὐδεὶς διαλέληθεν, ἀλλʼ ἴσμεν χελιδόνας καὶ κοσσύφους καὶ τὸ τῶν τεττίγων φῦλον, καὶ κίτταν λάλον καὶ βομβοῦσαν ἀκρίδα καὶ πάρνοπα ὑποκρίζοντα καὶ μὴ