Kitap 7
16
τὰς χερσαίας χελώνας οἱ ἀετοὶ συλλαβόντες εἶτα ἄνωθεν προσήραξαν ταῖς πέτραις, καὶ τὸ χελώνιον συντρίψαντες οὕτως ἐξαιροῦσι τὴν σάρκα καὶ ἐσθίουσι. ταύτῃ τοι καὶ Αἰσχύλον τὸν Ἐλευσίνιον τὸν τῆς τραγῳδίας ποιητὴν τὸν βίον ἀκούω καταστρέψαι. ὁ μὲν Αἰσχύλος ἐπί τινος πέτρας καθῆστο, τὰ εἰθισμένα δήπου φιλοσοφῶν καὶ γράφων· ἄθριξ δὲ ἦν τὴν κεφαλὴν καὶ ψιλός. οἰηθεὶς οὖν ἀετὸς πέτραν εἶναι τὴν κεφαλὴν εἶτα μέντοι κατʼ αὐτῆς ἀφῆκεν ἣν κατεῖχε χελώνην, καὶ ἔτυχε τοῦ προειρημένου τὸ βέλος, καὶ ἀπέκτεινε τὸν ἄνδρα.
17
κηρύλος δὲ καὶ ἀλκυὼν ὁμόνομοι καὶ σύμβιοι. καὶ γήρᾳ γε παρειμένους αὐτοὺς ἐπιθέμεναι αἱ ἀλκυόνες περιάγουσιν ἐπὶ τῶν καλουμένων μεσοπτερυγίων. ἄνθρωποι δὲ καὶ τῶν ἀνδρῶν ὑπογηρώντων καταφρονοῦσι καὶ πρὸς τὰ μειράκια ἀφορῶσι· καὶ οἱ γήμαντες περὶ τὰς νέας ἠνέμωνται, τῶν ἀφηλικεστέρων γαμετῶν ὤραν μὴ τιθέμενοι, καὶ οὐκ αἰδοῦνται οἱ ἔμφωνοι τῶν ἀλόγων ζῴων βιοῦντες ἀλογώτερον.
18
λέγουσι δὲ οἱ Αἰγύπτιοι περὶ τὴν καλουμένην Κοπτὸν δύο μόνους ὁρᾶσθαι κόρακας. ἀλλὰ καὶ τῶν Ῥωμαίων οἱ τὴν ὄρειον παραφυλάττοντες διὰ τὸ τῆς σμαράγδου μέταλλον διισχυρίζονται καὶ οἵδε τοσούτους ὄρνιθας τοῦ γένους τοῦδε οἰκεῖν ἐκεῖθι. νεὼς δὲ Ἀπόλλωνι τιμᾶται ἐν τῷ χωρίῳ ἐκείνῳ, οὗπερ οὖν ἱεροὺς εἶναί φασιν αὐτούς.