Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 8

16 τὴν σπογγιὰν ἰθύνει βραχὺ ζῷον, οὐ καρκίνῳ τὴν ἰδέαν παραπλήσιον, ἀλλὰ ἀράχνῃ μᾶλλον. οὐ γὰρ ἄψυχον οὐδὲ αἵματος ἄμοιρον ἡ σπογγιὰ κύημά ἐστι θαλάττης, ἀλλὰ ταῖς πέτραις προσφύεται, ὥσπερ οὖν καὶ ἕτερα, ἔχει δέ τινα κίνησιν ἰδίαν, δεῖται δὲ ὡς ἂν εἴποις τοῦ ὑπομνήσοντος αὐτὴν ὅτι ἔμψυχός ἐστιν. ἀτρεμοῦσα γὰρ ὑπό τινος συμφυοῦς μανότητος καὶ ἡσυχάζουσα τοῖς τρήμασιν αὐτῆς ὅταν προσπέσῃ τι, ἐνταῦθα ὑπὸ τοῦ ἀραχνώδους ζῴου νύττεται, καὶ συλλαμβάνει τὸ ἐμπεσόν, καὶ τροφὴν ἴσχει. ὅταν δὲ ἄνθρωπος προσίῃ ἐπʼ ἐκτομῇ αὐτῆς, κεντουμένη ὑπὸ τοῦ ζῴου τοῦ συντρόφου φρίττει καὶ ἑαυτὴν συστρέφει, καὶ αἰτία πόνου τε καὶ καμάτου γίνεται τῷ θηρατῇ ναὶ μὰ Δία πολλοῦ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi