Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 8

13 ἐν Αἰθιοπίᾳ τοὺς καλουμένους Σιβρίτας σκορπίους ʽοὕτω δὲ αὐτοὺς ὡς εἰκὸς οἱ ἐπιχώριοι φιλοῦσιν ὀνομάζεινʼ ἀκούω σιτεῖσθαι καὶ σαύρους καὶ ἀσπίδας καὶ σφονδύλας καὶ τίφας καὶ πᾶν ἑρπετόν, τὸν δὲ ἐπιβάντα αὐτῶν τοῖς περιττώμασιν ἑλκοῦσθαι πέπυσμαι. περὶ Κέρκυραν δὲ γίνονται αἱ καλούμεναι ὕδραι, αἵπερ οὖν τοὺς διώκοντας ἐπιστραφεῖσαι καὶ φυσήσασαι πνεῦμα ἄτοπον εἶτα ἀναστέλλουσι τῆς ὁρμῆς καὶ ἀποστρέφουσι. τὸν τύφλωπα δέ, ὃν καὶ τυφλίνην καλοῦσι καὶ κωφίαν προσέτι, κεφαλὴν μὲν παραπλησίαν ἔχειν μυραίνῃ λέγει τις λόγος, ὀφθαλμοὺς δὲ ἄγαν βραχίστους. καὶ θάτερον μὲν τοῖν ὀνομάτοιν ἐντεῦθεν εἴληφε, τόν γε μὴν κωφίαν, ἐπεὶ νωθής ἐστι τὴν ἀκοήν. δορὰν δὲ ἰσχυρὰν ἔχει καὶ διακοπτομένην βραδύτατα. τὸν δὲ ἀκοντίαν χέρσυδρον εἶναί φασι, χρόνου δὲ ἐν ξηρῷ ποιεῖσθαι τὴν διατριβὴν πολλοῦ καὶ ἐλλοχᾶν ζῷον πᾶν. ἡ δὲ σοφία τῆς ἐπιβουλῆς τῆς ἐξ αὐτοῦ τοιάδε ἐστίν. ἐν ταῖς λεωφόροις που λαθὼν ὑποκρύπτεται, πολλάκις δὲ καὶ ἐπί τι δένδρον ἀνερπύσας εἶτα ἑαυτὸν συνειλήσας καὶ τὴν κεφαλὴν ἐν τῇ σπείρᾳ ὑποκρύψας τοὺς παριόντας ἡσυχῆ ὑποβλέπει· εἶτα ἑαυτὸν ἀφίησιν ἐς τὸ παριόν, εἴτε ἄλογον εἴη ζῷον εἴτε ἄνθρωπος. ἔστι δὲ ἁλτικὸν θηρίον καὶ διαπηδῆσαι καὶ εἴκοσιν εἰ δέοι πήχεις οἷόν τε· ἁλλόμενόν τε παραχρῆμα ἐνέφυ.
14 λύκοι βοῒ ἐς τέλμα βαθὺ ἐμπεσόντι ἐάν πως περιτύχωσι, ταράττουσι μὲν αὐτὸν ἔξωθεν καὶ φοβοῦσι,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi