Kitap 9
29
Εὐφράτης, ὅσπερ οὖν Πάρθων καὶ Σύρων ῥεῖ μέσος, ὅ τι μὲν καὶ ἕτερον τῶν ἄλλων ἔχει ποταμῶν περιττὸν ἐρῶ ἄλλοτε, ὃ δὲ αὐτῷ συνίσασι Πάρθοι τε καὶ Σύροι καὶ ἔστι συμμελὲς τοῖς λόγοις τοῖσδε, τοῦτο εἰρήσεται. πρὸς ταῖς πρώταις ἀνατολαῖς τοῦδε τοῦ ποταμοῦ φύονταί τινες ὄφεις, καὶ μάλα γε ἀνθρώπων ἐχθροί, ἀλλʼ οὐ τῶν ἐπιχωρίων καὶ συντρόφων, τῶν δὲ ξένων καὶ προσηκόντων οὐδὲ ἕν. καὶ τιμῶνταί γε τὴν ἐπιδημίαν θανάτου αὐτοῖς.
30
λέων ὅταν βαδίζῃ, οὐκ εὐθύωρον πρόεισιν, οὐδὲ ἐᾷ τῶν ἰχνῶν ἑαυτοῦ ἁπλᾶ εἶναι τὰ ἰνδάλματα, ἀλλὰ πῆ μὲν πρόεισι, πῆ δὲ ἐπάνεισι, καὶ αὖ πάλιν τοῦ πρόσω ἔχεται, καὶ μέντοι καὶ ἵεται ἐς τοὔμπαλιν. εἶτα προφορεῖται τὴν ὁδόν, καὶ ἀφανίζει τοῖς θηραταῖς ἰέναι κατὰ στίβον τὸν ἑαυτοῦ καὶ ῥᾳδίως τὴν κοίτην ἔνθα ἀναπαύεται καὶ οἰκεῖ σὺν τοῖς σκύμνοις εὑρίσκειν. καὶ ταῦτα μὲν λεόντων ἐστὶν ἴδια δῶρα φύσεως.
31
ποιμένα μοι νόει νομευτικὴν ἀγαθόν. οὐκοῦν ὁ νομεὺς φιλεῖ μὲν τὰς οἶς, φιλεῖ δὲ καὶ τὰς αἶγας, μισεῖ δὲ λύγγα. νόσημα δὲ τοῦτο ἀνθρώπῳ πολλάκις ἐμπῖπτον, ἄγει δὲ ἡ πλησμονὴ καὶ ταῖσδε τὴν λύγγα. οὐκοῦν πόαν τινὰ ἐχθρὰν τῷ πάθει τῷδε τοΐς τῶν προειρημένων σηκοῖς οἱ νομεῖς παραφυτεύουσι, καὶ ἥδε ἡ πόα ἀνείργει τὸ κακὸν αὐταῖς. λέγουσι δὲ οἱ πεπειραμένοι ὅτι ἄρα καὶ ἀνθρώποις ἐς τὸ αὐτὸ πάθος ἐστὶν ἀγαθὸν ἡ πόα αὕτη.
32
ὑοσκύαμον καὶ ὀπὸν ὅσοις ἔργον τρυγᾶν, οὗτοι περισκάπτουσι μὲν γύρους καὶ ὑποκινοῦσι τὰς ῥίζας, οὐ μὴν διὰ χειρῶν τῶν σφετέρων ἀνασπῶσιν, ἀλλὰ τῶν ζῴων πτηνὸν ὅ τι οὖν θηράσαντες ἢ πριάμενοι τοῖν ποδοῖν τὸν ἕτερον προσέδησαν τῇ πόᾳ. τὸ δὲ ἰλυσπώμενον εἶτα μέντοι ἀνασπᾷ αὐτήν. καὶ ἔστι λυσιτελῆ ἑκάτερα ἐς ἃ δέονται ἄνθρωποι. εἰ δὲ μὴ ταύτῃ τις ἀνασπάσειεν, ἔχει ἄλλως ὅπερ οὖν οἴεται καλῶς καὶ ἐς δέον θησαύρισμα εἰληφέναι.