Kitap 9
34
ὁ δὲ ναυτίλος πολύπους ἐστὶ καὶ αὐτός, καὶ κόγχην μίαν ἔχει. ἀναπλεῖ μὲν οὖν τὴν κόγχην στρέψας περὶ τὰ κάτω, ἵνα μὴ τῆς ἅλμης ἀρύσηται καὶ ὠθήσῃ αὖθις αὑτόν· γενόμενος δὲ ἐπὶ τοῖς κύμασιν, ὅταν μὲν ᾖ γαλήνη καὶ εἰρήνη πνευμάτων, στρέφει τὴν κόγχην ὑπτίαν ʽἣ δὲ ἐπιπλεῖ δίκην πορθμίδοσʼ καὶ παρεὶς δύο πλεκτάνας ἐντεῦθέν τε καὶ ἐκεῖθεν καὶ ὑποκινῶν ἡσυχῆ ἐρέττει τε καὶ προωθεῖ τὴν συμφυῆ ναῦν. εἰ δὲ εἴη πνεῦμα, τοὺς ἐρετμοὺς μὲν τοὺς τέως προτείνας μακροτέρους οἴακας ἐργάζεται, ἄλλας δὲ ἀνατείνας πλεκτάνας, ὧν μέσος χιτών ἐστι λεπτότατος, τοῦτον διαστήσας ἱστίον αὐτὸν ἀποφαίνει. πλεῖ μὲν δὴ τὸν τρόπον τοῦτον ἀδεὴς ὤν· ἐὰν μέντοι φοβηθῇ τι τῶν ἁδροτέρων, βυθίσας τὴν κόγχην ἐπλήρωσε, καὶ κατώλισθεν ἐκ τοῦ βάρους, καὶ ἑαυτὸν ἀφανίσας τὸν ἐχθρὸν ἀπέδρα. εἶτα ἐν εἰρήνῃ γενόμενος ἀνέθορέ τε καὶ πλεῖ πάλιν. καὶ ἐκ τούτων ἔχει τὸ ὄνομα.
35
ἐς τριακοσίας ὀργυιάς φασιν ἀνθρώποις κάτοπτα εἶναι τὰ ἐν τῇ θαλάττῃ, περαιτέρω γε μὴν οὐκέτι. εἴτε δὲ ὑπονέουσιν ἰχθύες ἔτι εἴτε καὶ θηρία, ἢ εἰ καὶ τούτοις μὲν ἄβατά ἐστι, θεοὶ δὲ θαλάττιοι καὶ ἐνάλιοι δαίμονες εἰλήχασι τὸν χῶρον καὶ μέντοι καὶ ὁ τῆς ὑγρᾶς οὐσίας δεσπότης, οὔτε ἐγὼ πολυπραγμονῶ οὔτε ἄλλος λέγει.