Kitap 9
51
τρίγλης πέρι ἀνωτέρω εἶπον· ὃ δὲ οὐκ εἶπον, νῦν ἐρῶ. ἐν Ἐλευσῖνι τιμὰς ἔχει ἐκ τῶν μυουμένων, καὶ διπλοῦς ὁ λόγος τῆς τιμῆς τῆσδε. οἳ μέν φασιν, ἐπεὶ τρὶς τοῦ ἔτους τίκτει· οἳ δέ, ἐπεὶ τὸν λαγὼν ἐσθίει, ὅσπερ οὖν ἐστιν ἀνθρώπῳ θανατηφόρος. ἴσως δὲ ἐρῶ τι περὶ τρίγλης καὶ πάλιν.
52
πέτονται δὲ ὅταν δείσωσι καὶ ἐξάλλονται τῆς θαλάττης αἵ τε τευθίδες καὶ οἱ ἱέρακες οἱ θαλάττιοι καὶ ἡ χελιδὼν ἡ πελαγία. καὶ αἱ μὲν τευθίδες ἐπὶ μήκιστον ᾅττουσι τοῖς πτερυγίοις, καὶ ἐλαφρίζουσί γε ἑαυτὰς ὑψοῦ, καὶ κατὰ ἀγέλας ὀρνίθων δίκην φέρονται κοινῇ· αἱ δὲ χελιδόνες χθαμαλωτέραν ποιοῦνται τὴν πτῆσιν· οἵ γε μὴν ἱέρακες ὑπὲρ τὴν ἅλμην φέρονται ὀλίγον, ὡς μόλις ὅτι μὴ νήχονται ἀλλὰ πέτονται καταγνῶναι.
53
ἀλῶνται δὲ ἄρα ἰχθῦς καὶ πλανῶνται οἳ μὲν ἀθρόοι, ὥσπερ οὖν ἀγέλαι θρεμμάτων ἢ τάξεις ὁπλιτῶν ἰοῦσαι κατὰ ἴλας καὶ φάλαγγας, οἳ δὲ ἐν κόσμῳ κατὰ στοῖχον ἔρχονται, οἳ δέ, φαίης ἂν αὐτοὺς εἶναι λόχους. ἠρίθμηνται δὲ ἐς δεκάδας ἄλλοι καὶ ταύτῃ συννέουσιν· ἤδη δὲ νήχονται καὶ κατὰ ζεῦγός τινες. ἄλλοι δὲ οἰκουροῦσιν ἐν τοῖς φωλεοῖς καὶ ἐνταυθοῖ καταζῶσιν.
54
πυνθάνομαι δὲ ὅτι ἄρα οἱ νομευτικὴν δεινοὶ ὅταν ἐθέλωσιν ἐπὶ πιμελὴν τὰ ζῷα ἐπιδοῦναι, ἀφαιροῦσιν αὐτῶν τὰ κέρατα. καὶ τοὺς τράγους ὅταν ἐθέλωσιν ἐς μίξιν προθυμοτέρους ἐργάσασθαι, μύρῳ χρίουσιν αὐτῶν τὰς ῥῖνας, καὶ τὰ γένεια μέντοι καὶ ἐκεῖνα χρίουσι τῶν αὐτῶν. πάλιν τε τῆς ἄγαν ὀρέξεως ἀναστέλλουσιν, ἐάν τις αὐτῶν μέσας τὰς οὐρὰς ἀποδήσῃ λίνῳ. Ἀριστοτέλης δέ φησι τὰς ἵππους ἐκβάλλειν τὰ ἔμβρυα, ἐὰν ἐπὶ πλέον ὀσφρήσωνται θρυαλλίδος λύχνου ἐσβεσμένης. ἀκούω δὲ ὅτι πρὸς τοὺς κύνας τοὺς οἰκουροὺς ἵνα μὴ ἀποδιδράσκωσι τετέχνασται ἐκεῖνο. τὴν οὐρὰν αὐτῶν καλάμῳ μετρήσαντες χρίουσι τὸν κάλαμον βουτύρῳ, εἶτα μέντοι διδόασιν αὐτοῖς περιλιχμήσασθαι αὐτόν. καὶ καταμένουσί φασιν ὥσπερ οὖν δεδεμένοι.
55
ἴδια δὲ καὶ ἐκεῖνα κυνός. οὐχ ὑλακτοῦσιν, εἴ τις ἔχων οὐρὰν γαλῆς σὺν ἑαυτῷ εἶτα πρόσεισι, γαλῆς δʼ ἣν ἐθήρασε μέν, ἀποκόψας δὲ τὴν προειρημένην οὐρὰν εἶτα ἀφῆκε ζῶσαν αὐτήν. ὄνος δὲ οὐ βρωμήσεται, ἐὰν αὐτοῦ τῆς οὐρᾶς λίθον ἀπαρτήσῃς, ὥς φασιν.