Kitap 9
56
ἐν ὥρᾳ θερείῳ, πολλοῦ πάνυ σφόδρα τοῦ ἡλίου ἐνακμάζοντος, οἱ ἐλέφαντες ἀλλήλους χρίουσιν ἰλύι παχείᾳ, καὶ αὐτοῖς αὕτη ψῦχος τε παρέχει καὶ οἰκίας ὑπάντρου τινὸς ἢ δένδροις καὶ κλάδοις ἀμφιλαφοῦς ἡδίων ἐστὶ τοῖς ζῴοις τοῖς προειρημένοις. οὗτοι ῥινηλατοῦσιν ἰσχυρῶς, καὶ αἴσθησιν ὀξυτάτην ἔχουσι. προΐασι γοῦν ἀλλήλων ὁδοποιοῦντες, καὶ ὅ γε πρῶτος ʽἴασι γὰρ κατὰ στοῖχονʼ τῆς ἐν ποσὶ πόας αἰσθόμενος καὶ ὅτι διῆλθον ἅνθρωποι ἐκ τῆς παραψαύσεως συνεὶς αὐτῶν, ἀνασπᾷ τὴν πόαν καὶ δίδωσι τῷ κατόπιν ὀσφραίνεσθαι, καὶ ἐκεῖνος τῷ μετʼ αὐτόν· καὶ ἥδε ἡ ἀντίδοσις ὡς ἂν εἴποις διὰ πάντων ἔρχεται. καὶ μέντοι καὶ ἐς τὸν οὐραγοῦντα ὅταν ἀφίκηται, ὃ δὲ μέγα ἐπήχησεν, οἳ δὲ ὥσπερ οὖν σύνθημα στρατιῶται λαβόντες εἶτα μέντοι ἐκτρέπονται ἐς τὰ τῶν ὀρῶν ἄγκη καὶ δάση ἢ τῶν ἑλῶν τὰ κοιλότερα καὶ μέντοι καὶ τῶν πεδίων ὅσα κομᾷ τοῖς θάμνοις. πάντως δὲ ἣν καταστείβουσιν ἄνθρωποι, ταύτην ἀποδιδράσκουσιν· ὑφορῶνται γὰρ τοῦτο τὸ ζῷον ὡς ἔχθιστον. ὅταν δὲ αὐτοὺς αἱ νομαὶ ἐπιλίπωσιν, οἳ μὲν τὰς ῥίζας ἐξορύττουσιν καὶ σιτοῦνται καὶ ταύτας, οἳ δὲ ἀπίασι ζητοῦντες χιλόν. καὶ ὅ γε ἐντυχὼν τῷ θηράματι πρῶτος αὐτῶν ὑποστρέψας καλεῖ τοὺς συννόμους καὶ ἐπί γε τὸ ἕρμαιον αὐτοὺς ἄγει.
57
ἐν δὲ τῷ χειμῶνι τῷ βιαιοτάτῳ, κυμαινούσης μὲν τῆς θαλάττης, σκληρόν γε μὴν τῶν ἀνέμων καὶ βίαιον καταπνεόντων, φρίττουσι τὴν σύντροφόν τε ἅμα καὶ φίλην οἱ ἰχθύες θάλατταν. καὶ οἵ μὲν αὐτῶν τοῖς πτερυγίοις ἐπαμῶνται τὴν ψάμμον, καὶ ἑαυτοὺς ἐπηλυγάσαντες ὑποθάλπουσιν, οἳ δὲ ὑποδύονταί τινα πέτραν, ἐν σκέπῃ τε τοῦ κρύους καὶ μάλα γε ἀσμένως ἡσυχάζουσιν· οἳ δὲ ἐς τοὺς μυχοὺς τοῦ πελάγους καταθέοντες εἶτα τὴν ἄνωθεν φρίκην ἐξέκλιναν κάτω καὶ ἐν βυθῷ· οὐχ οὕτως γάρ φασιν ὥσπερ οὖν ἄνω διοιδάνειν τε καὶ τύπτειν τὸ κῦμα ἀγριαῖνον. ὑπαρχομένου δὲ τοῦ ἦρος καὶ τοῦ μὲν ἀέρος φαιδροῦ γενομένον, τῶν δὲ φυτῶν θάλλειν ἀρχομένων καὶ τῶν λειμώνων τὰ σύντροφα κομώντων, γαληνά τε τὰ τοῦ πελάγους καὶ ὑπεύδια αἰσθόμενοι οἱ ἰχθύες, ἀναθέουσι καὶ πηδῶσι, καὶ πλησίον τῆς γῆς νήχονται, ὥσπερ οὖν ἥκοντες ἐξ ἀποδημίας.