Thesauros Edebiyat miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Kitap 9

6 τῶν ὀστρακονώτων τε καὶ ὀστρακοδέρμων καὶ τοῦτο ἴδιον. κενώτερά πως ταῦτα καὶ κουφότερα ὑποληγούσης τῆς σελήνης φιλεῖ γίνεσθαι. καὶ τῶν μὲν ὀστρακονώτων ἐλέγχουσιν ὃ λέγω πορφύραι καὶ κήρυκες καὶ σφόνδυλοι καὶ τὰ τούτοις ὁμοφυῆ· τῶν δὲ ἑτέρων πάγουροί τε καὶ κάραβοι καὶ ἀστακοὶ καὶ καρκίνοι καὶ εἴ τι τούτων συγγενές. λέγεται δὲ καὶ τῶν ὑποζυγίων τὰ τικτόμενα ληγούσης τῆς σελήνης ἀδυνατώτερα τῶν ἄλλων εἶναι καὶ ἀσθενέστερα, καὶ μέντοι καὶ συμβουλεύουσιν οἱ τούτων ἐπιστήμονες τὰ ἐν τούτῳ τῷ μέρει τοῦ μηνὸς γεννώμενα μὴ τρέφειν· μὴ γὰρ εἶναι σπουδαῖα αὐτά. κατὰ τὴν νουμηνίαν δὲ τὰ ζῷα, ὡς πυνθάνομαι, ἢ φθέγγεταί τι τῇ συντρόφῳ φωνῇ ἢ πίπτει· λέων δὲ ἄρα μόνος, ὡς Ἀριστοτέλης φησίν, οὐδέτερον αὐτοῖν δρᾷ.
7 ἀκοὴν ὀξύτατον τὸν λάβρακα Ἀριστοτέλης εἶναί φησι καὶ μέντοι καὶ τὴν χρόμιν καὶ τὴν σάλπην καὶ τὸν κεστρέα. πυνθάνομαι δὲ τὸν λάβρακα σαφῶς εἰδέναι ὅτι ἄρα ἐν τῇ κεφαλῇ αὐτοῦ λιθίδιόν ἐστι. καὶ χειμῶνος τοῦτο ψυχρότατον γίνεται, καὶ λυπεῖ αὐτὸν ἰσχυρῶς. ταύτῃ τοι καὶ κατʼ ἐκείνην τὴν ὥραν τοῦ ἔτους ἀλεαίνειν αὑτόν, καὶ ἐπινοεῖν τῇ ψύξει τῇ ἐκ τοῦ λίθου φάρμακον τοῦτο καὶ μάλα γε ἀντίπαλον. καὶ χρόμιν δὲ τὸ αὐτὸ ποιεῖν καὶ φάγρον καὶ σκίαιναν πέπυσμαι· ἔχειν γάρ τοι ὅμοιον λίθον καὶ ταῦτα. παράσιτοι δὲ ἄρα καὶ ἐν ἰχθύων γένει ἦσαν. ὁ γοῦν φθεὶρ οὕτω λεγόμενος παρατρώγει τῶν τοῦ δελφῖνος θηραμάτων· ὃ δὲ ἥδεται αὐτῷ καὶ ἑκὼν μεταδίδωσιν. ἔνθεν τοι καὶ πιότατός ἐστιν, ὥσπερ οὖν ἐκ πλουσίας καὶ ἀμφιλαφοῦς ἑστιάσεως ἐμπιπλάμενος. καὶ ὁ μὲν τοῦ Μενάνδρου Θήρων μέγα φρονεῖ, ὅτι ῥινῶν ἀνθρώπους φάτνην αὐτοὺς ἐκείνους εἶχε· Κλείσοφος δὲ καὶ τὸν ὀφθαλμὸν τὸν ἕτερον δεσμῷ κατελάμβανε, Φιλίππῳ χαριζόμενος ἐν τῇ τῆς Μεθώνης πολιορκίᾳ τὸν ἕτερον ἐκκοπέντι. φιλία δὲ ἐμοὶ δοκεῖν καὶ συντροφία τῷ φθειρὶ πρὸς τὸν δελφῖνά ἐστι· κολακεύειν μὲν γὰρ ὡς καὶ ἄλλα κακὰ ἄνθρωπος οἶδε, τὰ δὲ ἄλογα οὐκ οἶδεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi