Kitap 9
8
ἐλέφαντος δὲ ἄρα ἐς τὰ τέκνα καὶ ἐκεῖνο φίλτρον ἰσχυρόν. οἱ τούτων θηραταὶ τάφρους ὀρύττουσιν, ἐς ἃς ἐμπίπτει τὰ ζῷα ταῦτα, καὶ τὰ μὲν ἁλίσκεται, τὰ δὲ ἀναιρεῖται. καὶ τίς ὁ τρόπος τῆς τοιᾶσδε ταφρεύσεως καὶ τὸ σχῆμα ὁποῖον καὶ ὁπόσον τὸ βάθος καὶ ἔσοδοι ποταπαί, ἀλλαχόθεν εἴσεσθε· ἐκκαλύψων δὲ ἔγωγε καὶ ἐλέγξων τὴν στοργὴν ἔρχομαι. ἡ μήτηρ θεασαμένη τὸ ἑαυτῆς βρέφος ἐς μίαν τῶν τάφρων ἐμπεσόν, οὔτε ἐμέλλησεν οὔτε βλακεύουσα διέτριψεν, ἀλλὰ ὡς εἶχεν ὁρμῆς ἐκθύμως καὶ περιπαθῶς ἐπιδραμοῦσα, κατὰ τοῦ παιδὸς αὑτὴν ἔωσεν ἐς κεφαλήν, καὶ ἄμφω κατὰ ταὐτὸν τὸ τέλος εἰχέτην· ὃ μὲν γὰρ ἐκ τοῦ μητρῴου βάρους πιεσθεὶς συνετρίβη, ἣ δὲ κατὰ τὴν κεφαλὴν ᾅξασα. γελοῖοι τοίνυν εἰσὶν οἱ
9
διαποροῦντες εἰ φυσικὴ πρὸς τὰ ἔκγονα στοργή ἐστιν. αἱ δὲ φῶκαι τίκτουσι μὲν ἐπὶ τῆς γῆς, κατὰ μικρὰ δὲ ὑπάγουσιν ἑαυτῶν τὰ σκυλάκια ἐς τὸ νοτερόν, καὶ ἀπογεύουσι τῆς θαλάττης, εἶτα ἐπανάγουσιν ἐς τὸν τῆς ὠδῖνος τόπον τὸν ἐξ ἀρχῆς, καὶ αὖ πάλιν
10
κατάγουσιν ἐς τὴν θάλατταν, καὶ ταχέως ἐξάγουσι· καὶ ὅταν πολλάκις τοῦτο δράσωσι, τελευτῶσαι νηκτικώτατα ἀπέφηναν αὐτά. ῥᾳδίως δὲ ἐς τὸν θαλάττιον βίον ὑπολισθάνει, τῆς διδασκαλίας μὲν προαγούσης αὐτά, βιαζομένης δὲ τῆς φύσεως τῶν μητρῴων καὶ ἠθῶν καὶ ἐθῶν ἐρᾶν. ἀετὸς ζῷον πλεονεκτικόν, καὶ διʼ ἁρπαγῶν ποιοῦνται τὰς τροφάς, καὶ σαρκῶν ἐσθίουσι· καὶ γὰρ λαγὼς ἁρπάζουσι καὶ νεβρὸν καὶ χῆνα ἐξ αὐλῆς καὶ ἄλλα. μόνος δὲ ἄρα ἐν αὐτοῖς ὅσπερ οὖν καὶ Διὸς κέκληται κρεῶν οὐχ ἅπτεται, ἀλλὰ ἀπόχρη οἱ πόα· καὶ Πυθαγόρου τοῦ Σαμίου διακούσας οὐδὲ ἕν, ὅμως ἐμψύχων ἀπέχεται.