Kitap 1
22
δῶρα τὰ ἐκ βασιλέως διδόμενα τοῖς παρʼ αὐτὸν ἥκουσι πρεσβευταῖς, εἴτε παρὰ τῶν Ἑλλήνων ἀφίκοιντο εἴτε ἑτέρωθεν, ταῦτʼ ἦν. τάλαντον μὲν ἑκάστῳ Βαβυλώνιον ἐπισήμου ἀργυρίου, ταλαντιαῖαι δὲ φιάλαι δύο ἀργυραῖ. δύναται δὲ τὸ τάλαντον τὸ Βαβυλώνιον δύο καὶ ἑβδομήκοντα μνᾶς Ἀττικάς. ψέλια δὲ καὶ ἀκινάκην ἐδίδου καὶ στρεπτόν, χιλίων δαρεικῶν ἄξια ταῦτα, καὶ στολὴν ἐπʼ αὐτοῖς Μηδικήν· ὄνομα δὲ τῇ στολῇ δωροφορική.
23
ἐν τοῖς Ἕλλησι τοῖς πάλαι μακρᾷ τῇ δόξῃ διέπρεπε Γοργίας ὁ Λεοντῖνος Φιλολάου καὶ Πρωταγόρας Δημοκρίτου, τῇ δὲ σοφίᾳ τοσοῦτον ἐλείποντο, ὅσον ἀνδρῶν παῖδες. ἔοικε γάρ πως ἡ δόξα μὴ πάνυ τι ἀκριβὲς μήτε ὁρᾶν μήτε ἀκούειν· ἔνθεν τοι καὶ πολλὰ σφάλλεται, καὶ τὰ μὲν καταχαρίζεται, τὰ δὲ ψεύδεται.
24
Καύκωνος τοῦ Ποσειδῶνος καὶ Ἀστυδαμείας τῆς Φόρβαντος γίνεται παῖς Λεπρεύς, ὅσπερ οὖν συνεβούλευσε τῷ Αὐγέᾳ δῆσαι τὸν Ἡρακλῆ, ὅτε αὐτὸν ἀπῄτει τὸν ὑπὲρ τοῦ ἄθλου μισθὸν Ἡρακλῆς. ἦν οὖν οἷα εἰκὸς πολέμιος τῷ Ἡρακλεῖ ὁ Λεπρεὺς ἐκ τῆς τοιαύτης συμβουλῆς. χρόνῳ δὲ ὕστερον ὁ μὲν τοῦ Διὸς παῖς ἐς Καύκωνος ἀφίκετο, δεηθείσης δὲ τῆς Ἀστυδαμείας διαλύεται τὴν πρὸς τὸν Λεπρέα ὁ Ἡρακλῆς ἔχθραν. φιλονεικία δʼ οὖν αὐτοῖς ἐμπίπτει νεανική, καὶ ἐρίζουσιν ἀλλήλοις περὶ δίσκου καὶ ὕδατος ἀντλήσεως καὶ τίς καταδειπνήσει ταῦρον πρότερος· καὶ ἐν πᾶσι τούτοις ἡττᾶται Λεπρεύς. καὶ ὑπὲρ πολυποσίας δὲ ἀγὼν αὐτοῖς ἐγένετο, καὶ ἐνταῦθα πάλιν ὁ Ἡρακλῆς ἐκράτει. διανιώμενος δὲ ὁ Λεπρεύς, λαβὼν ὅπλα ἐς μονομαχίαν προκαλεῖται τὸν Ἡρακλῆ. καὶ οὖν καὶ ἔτισε δίκας ὑπὲρ τῶν παρʼ Αὐγέᾳ· μαχόμενος γὰρ ἀποθνήσκει.