Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 10

18 Δάφνιν τὸν βουκόλον λέγουσιν οἳ μὲν ἐρώμενον Ἑρμοῦ, ἄλλοι δὲ υἱόν· τὸ δὲ ὄνομα ἐκ τοῦ συμβάντος σχεῖν. γενέσθαι μὲν αὐτὸν ἐκ Νύμφης, τεχθέντα δὲ ἐκτεθῆναι ἐν δάφνῃ. τὰς δʼ ὑπʼ αὐτοῦ βουκολουμένας βοῦς φασιν ἀδελφὰς γεγονέναι τῶν Ἡλίου, ὧν Ὅμηρος ἐν Ὀδυσσείᾳ μέμνηται. βουκολῶν δὲ κατὰ τὴν Σικελίαν ὁ Δάφνις, ἠράσθη αὐτοῦ νύμφη μία, καὶ ὡμίλησε καλῷ ὄντι καὶ νέῳ καὶ πρῶτον ὑπηνήτῃ, ἔνθα τοῦ χρόνου ἡ χαριεστάτη ἐστὶν ἥβη τῶν καλῶν μειρακίων, ὥς πού φησι καὶ Ὅμηρος. συνθήκας δὲ ἐποίησε μηδεμιᾷ ἄλλῃ πλησιάσαι αὐτόν, καὶ ἐπηπείλησεν ὅτι πεπρωμένον ἐστὶν αὐτὸν στερηθῆναι τῆς ὄψεως, ἐὰν παραβῇ· καὶ εἶχον ὑπὲρ τούτων ῥήτραν πρὸς ἀλλήλους. χρόνῳ δὲ ὕστερον βασιλέως θυγατρὸς ἐρασθείσης αὐτοῦ οἰνωθεὶς ἔλυσε τὴν ὁμολογίαν, καὶ ἐπλησίασε τῇ κόρῃ. ἐκ δὲ τούτου τὰ βουκολικὰ μέλη πρῶτον ᾔσθη, καὶ εἶχεν ὑπόθεσιν τὸ πάθος τὸ κατὰ τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ Στησίχορόν γε τὸν Ἱμεραῖον τῆς τοιαύτης μελοποιίας ὑπάρξασθαι.
19 Εὐρυδάμας ὁ Κυρηναῖος πυγμὴν ἐνίκησεν, ἐκκρουσθεὶς μὲν ὑπὸ τοῦ ἀνταγωνιστοῦ τοὺς ὀδόντας, καταπιὼν δὲ αὐτούς, ἵνα μὴ αἴσθηται ὁ ἀντίπαλος.
20 ὅτι ὁ Πέρσης ἐπέστειλε πρὸς Ἀγησίλαον, φίλον αὐτὸν ἔχειν. ἀντεπέστειλε δὲ Ἀγησίλαος ὅτι οὐ δυνατὸν φίλον αὐτὸν Ἀγησιλάου ἰδίᾳ εἶναι· εἰ δὲ εἴη Λακεδαιμονιοις κοινῇ φίλος, δῆλον ὅτι καὶ αὐτοῦ ἔσται· ἐφʼ ἅπασι γὰρ καὶ ἐκεῖνον ἀριθμεῖσθαι.
21 ὅτι τὸν Πλάτωνα ἡ Περικτιόνη ἔφερεν ἐν ταῖς ἀγκάλαις· θύοντος δὲ τοῦ Ἀρίστωνος ἐν Ὑμηττῷ ταῖς Μούσαις ἢ ταῖς νύμφαις, οἳ μὲν πρὸς τὴν ἱερουργίαν ἦσαν, ἣ δὲ κατέκλινε Πλάτωνα ἐν ταῖς πλησίον μυρρίναις δασείαις οὔσαις καὶ πυκναῖς. καθεύδοντι δὲ ἐσμὸς μελιττῶν ἐν τοῖς χείλεσιν αὐτοῦ καθίσασαι ὑπῇδον, τὴν τοῦ Πλάτωνος εὐγλωττίαν μαντευόμεναι ἐντεῦθεν.
22 ὅτι Διώξιππος παρόντος Ἀλεξάνδρου καὶ Μακεδόνων ῥόπαλον λαβών, Κόρραγον τὸν Μακεδόνα ὁπλίτην καταμονομαχήσας καὶ ἐκκρούσας αὐτοῦ τὸ ξυστὸν καὶ ἁρπάσας τὸν ἄνδρα σὺν τῇ πανοπλίᾳ, ἐπιβὰς ἐπὶ τὸν αὐχένα αὐτοῦ κειμένου τὴν μάχαιραν ἣν ὑπέζωστο ὑφαρπάσας ἀπέκτεινε τὸν ὁπλίτην. ἐμισήθη δὲ ὑπὸ Ἀλεξάνδρου. ὃ δὲ ἀπογνούς, ὡς μισηθεὶς ὑπὸ Ἀλεξάνδρου, καὶ ἀθυμήσας ἀπέθανεν.
← Önceki 5 / 5

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi