Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 12

47 Διονύσιος ἐλαύνει τῆς Σικελίας Δίωνα, τὴν δὲ γυναῖκα αὐτοῦ Ἀρήτην καὶ τὸν ἐξ αὐτοῦ παῖδα ἐφύλαττεν. ὕστερον δὲ τὴν γυναῖκα ἄκουσαν δορυφόρῳ αὑτοῦ πάντων μάλιστα θεραπευτῇ Τιμοκράτει γυναῖκα δίδωσι· Συρακόσιος δὲ τὸ γένος ἦν. Δίων δὲ παραλαβὼν Συρακούσας, ἀποδράντος ἐς Λοκροὺς Διονυσίου, ἐνταῦθα ἡ μὲν Ἀριστομάχη ἡ τοῦ Δίωνος ἀδελφὴ προσεῖπεν αὐτόν. ἡ δὲ Ἀρήτη εἵπετο διʼ αἰδοῦς ἐγκαλυπτομένη καὶ οὐ τολμῶσα προσειπεῖν ὡς ἄνδρα, ἐπεὶ βιασθεῖσα τὸν θεσμὸν τῆς πρὸς αὐτὸν εὐνῆς οὐ διεφύλαξεν. ἐπεὶ δὲ ὑπὲρ αὐτῆς ἀπελογήσατο ἡ Ἀριστομάχη, τὴν ἐκ τοῦ Διονυσίου ἀνάγκην καταλέξασα, ὁ Δίων προσηγάγετο τὴν γυναῖκα καὶ τὸν παῖδα καὶ ἐς τὴν οἰκίαν ἔπεμψεν.
48 ὅτι Ἰνδοὶ τῇ παρά σφισιν ἐπιχωρίῳ φωνῇ τὰ Ὁμήρου μεταγράψαντες ᾅδουσιν οὐ μόνοι ἀλλὰ καὶ οἱ Περσῶν βασιλεῖς, εἴ τι χρὴ πιστεύειν τοῖς ὑπὲρ τούτων ἱστοροῦσιν.
49 Φωκίων ὁ τοῦ Φώκου πολλάκις στρατηγήσας κατεγνώσθη θάνατον, καὶ ἦν ἐν τῷ δεσμωτηρίῳ καὶ ἔμελλε πιεῖσθαι τὸ κώνειον. ἐπεὶ δὲ ὤρεξεν ὁ δήμιος τὴν κύλικα, οἱ προσήκοντες ἤροντο εἴ τι λέγοι πρὸς τὸν υἱόν. ὃ δὲ ʽἐπισκήπτω αὐτῷ μηδὲν Ἀθηναίοις μνησικακεῖν ὑπὲρ τῆς παρʼ αὐτῶν φιλοτησίας, ἣν νῦν πίνω.ʼ ὅστις δὲ οὐκ ἐπαινεῖ καὶ ὑπερθαυμάζει τὸν ἄνδρα, δοκεῖ μοι μέγα ὁ τοιοῦτος ἐννοεῖν οὐδέν.
50 Λακεδαιμόνιοι μουσικῆς ἀπείρως εἶχον· ἔμελε γὰρ αὐτοῖς γυμνασίων καὶ ὅπλων. εἰ δέ ποτε ἐδεήθησαν τῆς ἐκ Μουσῶν ἐπικουρίας ἢ νοσήσαντες ἢ παραφρονήσαντες ἢ ἄλλο τι τοιοῦτον δημοσίᾳ παθόντες, μετεπέμποντο ξένους ἄνδρας οἷον ἰατροὺς ἢ καθαρτὰς κατὰ πυθόχρηστον. μετεπέμψαντό γε μὴν Τέρπανδρον καὶ Θάλητα καὶ Τυρταῖον καὶ τὸν Κυδωνιάτην Νυμφαῖον καὶ Ἀλκμᾶνα. καὶ Θουκυδίδης δὲ ὁμολογεῖ ὅτι μὴ ἐσπουδασμένως περὶ παιδείαν εἶχον, ἐν οἷς λέγει περὶ Βρασίδου. λέγει γοῦν ὅτι ἦν οὐδὲ ἀδύνατος εἰπεῖν, ὡς Λακεδαιμόνιος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi