Kitap 12
54
Ἀλέξανδρον Ἀριστοτέλης ὀργιζόμενον πρἁ??ʼναι βουλόμενος καὶ παῦσαι χαλεπαίνοντα πολλοῖς, ταυτὶ πρὸς αὐτὸν γέγραφεν ʽὁ θυμὸς καὶ ἡ ὀργὴ οὐ πρὸς ἥττους, ἀλλὰ πρὸς τοὺς κρείττονας γίνεται· σοὶ δὲ οὐδεὶς ἴσος.ʼ Ἀριστοτέλης τὰ δέοντα συμβουλεύων Ἀλεξάνδρῳ πολλοῖς ὠφέλημα γέγονεν, ἐξ ὧν καὶ τὴν πατρίδα κατῴκισε κατεσκαμμένην ὑπὸ τοῦ Φιλίππου.
55
τοὺς ὑπὸ τῶν ἐλεφάντων ἢ ἐν ταῖς θήραις ἢ ἐν ταῖς μάχαις ἀποθανόντας οἱ Λίβυες θάπτουσι διαπρεπῶς, καὶ ὕμνους τινὰς ᾅδουσιν. ἔστι δὲ τοῖς ὕμνοις ἡ ὑποθήκη ἐκείνη. ἀγαθοὺς ἄνδρας εἶναι λέγει τοὺς ἀντιπάλους γενομένους θηρίῳ τοσούτῳ· λέγουσι γὰρ καὶ τὸ ἐνδόξως ἀποθανεῖν ἐντάφιον εἶναι τῷ θαπτομένῳ.
56
Διογένης ὁ Σινωπεὺς ἔλεγε πολλά, τὴν ἀμαθίαν καὶ τὴν ἀπαιδευσίαν τῶν Μεγαρέων διαβάλλων, καὶ ἐβούλετο Μεγαρέως ἀνδρὸς κριὸς εἶναι μᾶλλον ἢ υἱός. ᾐνίττετο δὲ ὅτι τῶν θρεμμάτων ποιοῦνται πρόνοιαν οἱ Μεγαρεῖς, τῶν παίδων δὲ οὐχί.
57
ἡνίκα Ἀλέξανδρος ὁ Φιλίππου ἐπὶ τὰς Θήβας ἦγε τὴν δύναμιν, οἱ μὲν θεοὶ σημεῖα αὐτοῖς καὶ τέρατα ἀπέστελλον, προσημαίνοντες τὰς περὶ αὐτῶν ὅσον οὐδέπω τύχας· οἳ δὲ ὡς ᾤοντο ἐν Ἰλλυριοῖς Ἀλέξανδρον τεθνάναι, πολλὰ καὶ βλάσφημα ἐς αὐτὸν ἀπερρίπτουν. ἡ μὲν γὰρ ἐν Ὀγχηστῷ λίμνη φοβερὸν ἦχον ἀνέδωκε καὶ συνεχῆ καὶ ταύρου μυκήματι ἐῴκει· ἡ δὲ περὶ τὸν Ἰσμήνιον καὶ αὐτὰ τὰ τείχη ῥέουσα κρήνη καλουμένη Δίρκη καθαρῷ καὶ ἡδεῖ ῥέουσα ὕδατι παρὰ πάντα τὸν πρόσθεν χρόνον, ἄφνω καὶ παρʼ ἐλπίδα αἵματος ἀνεπλήσθη. Μακεδόσι δὲ ἐπίστευον Θηβαῖοι ἀπειλεῖν τὸ δαιμόνιον. ἐν δὲ τῷ κατὰ πόλιν νεῷ τῆς Δήμητρος ἀράχνη κατὰ τοῦ προσώπου τοῦ ἀγάλματος ἐξύφαινε τὴν ἑαυτῆς τέχνην. τὸ δὲ τῆς Ἀθηνᾶς τῆς καλουμένης Ἀλαλκομενηίδος ἄγαλμα αὐτομάτως κατεφλέχθη, πυρὸς μὴ προσαχθέντος, καὶ ἄλλα πολλά.