Kitap 12
63
Ἀρχεδίκης τις ἠράσθη τῆς ἐν Ναυκράτει ἑταίρας. ἣ δὲ ἦν ὑπερήφανος καὶ δεινῶς φορτικὴ καὶ ἁδροὺς ᾔτει μισθούς, καὶ λαβοῦσα πρὸς ὀλίγον ἂν ὡμίλησε τῷ δόντι, εἶτα ἀπέκλινεν. ἐρασθεὶς οὖν ὁ νεανίσκος αὐτῆς, καὶ τυχεῖν μὴ δυνάμενος, ἐπεὶ μὴ πάνυ ἦν πλούσιος, ὄναρ αὐτῇ συνεγένετο, καὶ παραχρῆμα ἐπαύσατο τῆς ἐπιθυμίας.