Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 12

15 τὸν Ἡρακλῆ λέγουσι τὰς ἐν τοῖς ἄθλοις σπουδὰς διαναπαύειν ταῖς παιδιαῖς. ἔπαιζε δὲ ἄρα ὁ Διὸς καὶ Ἀλκμήνης μετὰ παιδίων πάνυ σφόδρα. τοῦτό τοι καὶ ὁ Εὐριπίδης ἡμῖν ὑπαινίττεται, ποιήσας τὸν αὐτὸν τοῦτον θεὸν λέγοντα παιζω· μεταβολὰς γὰρ πόνων ἀεὶ φιλῶ. λέγει δὲ τοῦτο παιδίον κατέχων. καὶ Σωκράτης δὲ κατελήφθη ποτὲ ὑπὸ Ἀλκιβιάδου παίζων μετὰ Λαμπροκλέους ἔτι νηπίου. Ἀγησίλαος δὲ κάλαμον περιβὰς ἵππευε μετὰ τοῦ υἱοῦ παιδὸς ὄντος, καὶ πρὸς τὸν γελάσαντα εἶπε ʽνῦν μὲν σιώπα, ὅταν δὲ γένῃ πατὴρ αὐτός, τότε ἐξαγορεύσεις.ʼ ἀλλὰ καὶ Ἀρχύτας ὁ Ταραντῖνος, πολιτικός τε καὶ φιλόσοφος ἀνὴρ γενόμενος, πολλοὺς ἔχων οἰκέτας, τοῖς αὐτῶν παιδίοις πάνυ σφόδρα ἐτέρπετο μετὰ τῶν οἰκοτρίβων παίζων· μάλιστα δὲ ἐφίλει τέρπεσθαι αὐτοῖς ἐν τοῖς συμποσίοις.
16 λέγεται Ἀλέξανδρος ὁ Φιλίππου ζηλοτυπώτατα πρὸς τοὺς ἑταίρους διατεθῆναι καὶ βασκαίνειν μὲν πᾶσιν, οὐ μὴν διὰ τὰς αὐτὰς αἰτίας. ἤχθετο γὰρ Περδίκκᾳ μὲν ὅτι ἦν πολεμικός, Λυσιμάχῳ δὲ ἐπεὶ στρατηγεῖν ἀγαθὸς ἐδόκει, Σελεύκῳ δὲ ἐπεὶ ἀνδρεῖος ἦν· Ἀντιγόνου δὲ αὐτὸν ἐλύπει τὸ φιλότιμον, Ἀντιπάτρου δὲ ἤχθετο τῷ ἡγεμονικῷ, Πτολεμαίου δὲ τὸ δεξιὸν ὑφεωρᾶτο, Ταρρίου δὲ ἐδεδίει τὸ ἄτακτον, τό γε μὴν νεωτεροποιὸν Πείθωνος.
17 ὅτι Δημήτριος τοσούτων ἐθνῶν ἡγεμονεύων ἐφοίτα ἐς Ααμίας τῆς ἑταίρας σὺν τοῖς ὅπλοις καὶ φορῶν τὸ διάδημα. αἴσχιστον μὲν οὖν ἦν αὐτῷ καὶ οἴκαδε μεταπέμψασθαι τὴν ἄνθρωπον· ὃ δὲ παρʼ ἐκείνην ἐφοίτα φανερῶς. ἀλλʼ ἔγωγε Θεόδωρον ἂν τὸν αὐλητὴν προτιμήσαιμι τοῦ Δημητρίου, ἐπεὶ τὸν Θεόδωρον μετεπέμπετο ἡ Λάμια, ὃ δὲ ὑπερεῖδε τὴν κλῆσιν.
18 τὸν Φάωνα κάλλιστον ὄντα ἀνθρώπων ἡ Ἀφροδίτη ἐν θριδακίναις ἔκρυψε. λόγος δὲ ἕτερος ὅτι ἦν πορθμεὺς καὶ εἶχε τοῦτο τὸ ἐπιτήδευμα. ἀφικνεῖται δέ ποτε ἡ Ἀφροδίτη διαπλεῦσαι βουλομένη, ὃ δὲ ἀσμένως νως ἐδέξατο, οὐκ εἰδὼς ὅστις ἦν, καὶ σὺν πολλῇ τῇ φροντίδι ἤγαγεν ὅποι ποτὲ ἐβούλετο. ἀνθʼ ὦν ἡ θεὸς ἔδωκεν ἀλάβαστρον αὐτῷ, καὶ εἶχεν αὕτη μύρον, ᾧ χριόμενος ὁ Φάων ἐγένετο ἀνθρώπων κάλλιστος· καὶ ἤρων γε αἱ γυναῖκες αὐτοῦ αἱ Μυτιληναίων. τά γε μὴν τελευταῖα ἀπεσφάγη μοιχεύων ἁλούς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi