Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 12

19 τὴν ποιήτριαν Σαπφώ, τὴν Σκαμανδρωνύμου θυγατέρα, ταύτην καὶ Πλάτων ὁ Ἀρίστωνος σοφὴν ἀναγράφει. πυνθάνομαι δὲ ὅτι καὶ ἑτέρα ἐν τῇ Λέσβῳ ἐγένετο Σαπφώ, ἑταίρα, οὐ ποιήτρια.
20 λέγει Ἡσίοδος, τὴν ἀηδόνα μόνην ὀρνίθων ἀμοιρεῖν ὕπνου καὶ διὰ τέλους ἀγρυπνεῖν. τὴν δὲ χελιδόνα οὐκ ἐς τὸ παντελὲς ἀγρυπνεῖν καὶ ταύτην, ἀποβεβληκέναι δὲ τοῦ ὕπνου τὸ ἥμισυ. τιμωρίαν δὲ ἄρα ταύτην ἐκτίνουσι διὰ τὸ πάθος τὸ ἐν Θρᾴκῃ κατατολμηθὲν τὸ ἐς τὸ δεῖπνον ἐκεῖνο τὸ ἄθεσμον.
21 αἱ Λακεδαιμονίων μητέρες, ὅσαι ἐπυνθάνοντο τοὺς παῖδας αὑτῶν ἐν τῇ μάχῃ κεῖσθαι, ἀλλὰ αὗταί γε ἀφικόμεναι τὰ τραύματα αὐτῶν ἐπεσκόπουν τά τε ἔμπροσθεν καὶ τὰ ὄπισθεν. καὶ εἰ ἦν πλείω τὰ ἐναντία, αἳ δὲ γαυρούμεναι καὶ σεμνὸν ἅμα καὶ βλοσυρὸν ὁρῶσαι τοὺς παῖδας ἐς τὰς τὰς πατρῴας ἔφερον ταφάς· εἰ δὲ ἑτέρως εἶχον τῶν τραυμάτων, ἐνταῦθα αἰδούμεναι καὶ θρηνοῦσαι καὶ ὡς ἔνι μάλιστα λαθεῖν σπεύδουσαι ἀπηλλάττοντο, καταλιποῦσαι τοὺς νεκροὺς ἐν τῷ πολυανδρίῳ θάψαι, ἢ λάθρᾳ ἐς τὰ οἰκεῖα ἠρία ἐκόμιζον αὐτούς.
22 Τιτόρμῳ φασὶ τῷ βουκόλῳ περιτυχεῖν τὸν Κροτωνιάτην Μίλωνα, μεγαλοφρονοῦντα διὰ τὴν ῥώμην τοῦ σώματος. θεασάμενος οὖν μέγαν τὸν Τίτορμον τὸ σῶμα ἰδεῖν, ἐβούλετο λαβεῖν αὐτοῦ ἰσχύος πεῖραν. ὁ δὲ Τίτορμος ἔλεγε μηδὲν μέγα ἰσχύειν, καταβὰς δὲ ἐς τὸν Εὔηνον καὶ θοιμάτιον ἀποδὺς λίθον λαμβάνει μέγιστον, καὶ πρῶτον μὲν ἕλκει αὐτὸν πρὸς ἑαυτόν, εἶτα ἀπωθεῖ, καὶ δὶς καὶ τρὶς τοῦτο ἐποίησε, καὶ μετὰ ταῦτα αὐτὸν ἦρεν ἕως ἐς τὰ γόνατα, καὶ τέλος ἀράμενος ἐπὶ τῶν ὤμων ἔφερεν ὅσον ἐπʼ ὀργυιὰς ὀκτὼ καὶ ἔρριψεν· ὁ δὲ Κροτωνιάτης Μίλων μόλις τὸν λίθον ἐκίνησεν. εἶτα ἐπὶ τὴν ἀγέλην ἦλθε, καὶ στὰς ἐν μέσῳ τὸν μέγιστον ταῦρον ἄγριον ὄντα λαμβάνει  τοῦ ποδός· καὶ ὃ μὲν ἀποδρᾶναι ἔσπευδεν, οὐ μὴν ἐδύνατο. παριόντα δὲ ἕτερον τῇ ἑτέρᾳ χειρὶ συναρπάσας τοῦ ποδὸς ὁμοίως εἶχε. θεασάμενος δὲ ὁ Μίλων ἐς τὸν οὐρανὸν τὰς χεῖρας τείνας ἔφατο ʽὦ Ζεῦ, μὴ τοῦτον Ἡρακλῆ ἡμῖν ἕτερον ἔσπειρας;ʼ ἐντεῦθεν ῥηθῆναι λέγουσι τὴν παροιμίαν ʽἄλλος οὗτος Ἡρακλῆς.ʼ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi