Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 12

32 Πυθαγόρας ὁ Σάμιος λευκὴν ἐσθῆτα ἤσθητο, καὶ ἐφόρει στέφανον χρυσοῦν καὶ ἀναξυρίδας. Ἐμπεδοκλῆς δὲ ὁ Ἀκραγαντῖνος ἁλουργεῖ ἐχρήσατο καὶ ὑποδήμασι χαλκοῖς. Ἱππίαν δὲ καὶ Γοργίαν ἐν πορφυραῖς ἐσθῆσι προϊέναι διαρρεῖ λόγος.
33 Κινέας ὁ Πύρρου ἰατρός φασι πρὸς τὴν βουλὴν τῶν Ῥωμαίων ἔγραψε διʼ ἀπορρήτων, καὶ ᾔτει χρήματα, καὶ ὑπισχνεῖτο ἀποκτενεῖν φαρμάκοις τὸν Πύρρον. οἳ δὲ οὐ προσήκαντο τὴν ὑπόσχεσιν· διʼ ἀρετῆς γὰρ ἴσασι Ῥωμαῖοι ἀγαθοὶ εἶναι, οὐ μὴν διὰ τέχνης καὶ πανουργίας καὶ ἐπιβουλῆς καταγωνίσασθαι τοὺς ἐχθρούς. ἀλλὰ καὶ αὐτῷ τῷ Πύρρῳ τὴν γνώμην τοῦ Κινέου ἐξέφαναν.
34 Ἔρωτες ἡμῖν τῶν ἀρχαίων πολλοὶ μὲν καὶ ἄλλοι ἐς μνήμην ἐδόθησαν, καὶ οὗτοι δὲ οὐχ ἥκιστα. Παυσανίας μὲν γὰρ ἤρα τῆς ἑαυτοῦ ʼγυναικός, Ἀπελλῆς δὲ τῆς Ἀλεξάνδρου παλλακῆς, ᾗπερ ὄνομα ἦν Παγκάστη, τὸ δὲ γένος Λαρισσαία ἦν. ταύτῃ καὶ πρώτῃ φασὶν ὁ Ἀλέξανδρος ὡμίλησεν.
35 ὅτι δύο Περίανδροι, ὃ μὲν σοφὸς ἦν, ὃ δὲ τύραννος. καὶ Μιλτιάδαι τρεῖς, ὁ τὴν Χερρόννησον κτίσας καὶ ὁ Κυψέλου καὶ ὁ Κίμωνος. Σίβυλλαι τέτταρες, ἡ Ἐρυθραία ἡ Σαμία ἡ Αἰγυπτία ἡ Σαρδιανή. οἳ δέ φασι καὶ ἑτέρας ἕξ, ὡς εἶναι τὰς πάσας δέκα, ὧν εἶναι καὶ τὴν Κυμαίαν καὶ τὴν Ἰουδαίαν. Βάκιδες τρεῖς, ὁ μὲν Ἐλεώνιος, ὁ δὲ Ἀθηναῖος, ὁ δὲ Ἀρκάς.
36 ἐοίκασιν οἱ ἀρχαῖοι ὑπὲρ τοῦ ἀριθμοῦ τῶν τῆς Νιόβης παίδων μὴ συνᾴδειν ἀλλήλοις. Ὅμηρος μὲν ἓξ λέγει ἄρρενας καὶ τοσαύτας κόρας, Λάσος δὲ δὶς ἑπτὰ λέγει, Ἡσίοδος δὲ ἐννέα καὶ δέκα, εἰ μὴ ἄρα οὐκ εἰσὶν Ἡσιόδου τὰ ἔπη, ἀλλʼ ὡς πολλὰ καὶ ἄλλα κατέψευσται αὐτοῦ. Ἀλκμὰν δέκα φησί, Μίμνερμος εἴκοσι, καὶ Πίνδαρος τοσούτους.
37 Ἀλέξανδρος ὅτε Βῆσσον ἐδίωκεν, ἐν ἀπορίᾳ γενόμενος τροφῶν, αὐτός τε ἥψατο τῶν καμήλων καὶ ὑποζυγίων ἄλλων καὶ οἱ σὺν αὐτῷ. τῶν τε ξύλων αὐτοὺς ἐπιλιπόντων ὠμὰ τὰ κρέα ἤσθιον. ἐπεκούρει δὲ αὐτοῖς τὸ σίλφιον πολὺ ὄν, ὥστε τὰς σάρκας συνεκπέττειν. Ἐν δὲ τῇ Βακτριανῇ οἱ στρατιῶται τὰς κώμας κατελάμβανον, ὅτι οἰκοῦνται ἐκ τοῦ καπνοῦ συνιέντες, καὶ τὴν χιόνα ἀφαιροῦντες τῶν θυρῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi