Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 13

2 Μυτιληναῖος ἀνήρ, Μακαρεὺς ὄνομα, ἱερεὺς τοῦ Διονύσου, ὅσα μὲν οὕτως ἰδεῖν πρᾶος ἦν καὶ ἐπιεικής, ἀνοσιώτατος δὲ ἀνθρώπων τὰ μάλιστα. ξένου δὲ ἥκοντος παρʼ αὐτὸν καὶ δόντος αὐτῷ παρακαταθήκην χρυσίου πλῆθος, ἐν τῷ μυχῷ τοῦ ἀνακτόρου τὴν γῆν διασκάψας ὁ Μακαρεὺς κατώρυξε τὸ χρυσίον. χρόνῳ δὲ ἀφικόμενος ὁ ξένος τὸ χρυσίον ἀπῄτει. ὃ δὲ ἐσαγαγὼν ἔνδον, ὡς ἀποδώσων, κατέσφαξε, καὶ τὸ χρυσίον ἀνώρυξεν, ἀντʼ αὐτοῦ δὲ τὸν ξένον κατέθετο· καὶ ᾤετο, ὥσπερ τοὺς ἀνθρώπους, λανθάνειν οὕτω καὶ τὸν θεόν. πλὴν οὐκ ἀπήντησε ταῦτα ταύτῃ· πόθεν; χρόνου δὲ ὀλίγου διεληλυθότος, αἱ μὲν τοῦ θεοῦ τριετηρίδες ἀφίκοντο, ὃ δὲ ἔθυε μεγαλοπρεπῶς. καὶ ὃ μὲν περὶ τὴν βακχείαν εἶχεν, οἱ δὲ παῖδες αὐτοῦ, δύο ὄντες, ἔνδον ἀπελείφθησαν ἐν τῇ οἰκίᾳ, καὶ μιμούμενοι τὴν τοῦ πατρὸς ἱερουργίαν τῷ βωμῷ τῷ πατρῴῳ προσῆλθον ἔτι καομένων τῶν ἐμπύρων· καὶ ὁ μὲν νεώτερος παρέσχε τὸν τράχηλον, ὁ δὲ πρεσβύτερος ἠμελημένην εὑρὼν σφαγίδα τὸν ἀδελφὸν ἀπέκτεινεν ὡς ἱερεῖον· οἱ δὲ κατὰ τὴν οἰκίαν ἰδόντες ἀνεβόησαν. ἀκούσασα δὲ ἡ μήτηρ τῆς βοῆς ἐξεπήδησε, καὶ θεασαμένη τὸν μὲν νεκρόν, τὸν δὲ κατέχοντα ἔτι τὴν σφαγίδα ᾑμαγμένην, σχίζαν ἁρπάσασα τῶν ἐκ τοῦ βωμοῦ ἡμίκαυτον, ταύτῃ τὸν παῖδα ἀπέκτεινεν. ἧκε δὲ ἀγγελία πρὸς τὸν Μακαρέα, καὶ ἀπολιπὼν τὴν τελετήν, ὡς εἶχε σὺν ὀργῇ καὶ θυμῷ ἐσεπήδησεν ἐς τὴν οἰκίαν, καὶ τῷ θύρσῳ ᾧ κατεῖχε τὴν ἑαυτοῦ γυναῖκα ἔκτεινεν. ἔκπυστα οὖν ἐγένετο τὰ τολμηθέντα ἐς πάντας, καὶ συλληφθεὶς ὁ Μακαρεὺς καὶ στεβλούμενος ὡμολόγησεν ὅσα ἐν τῷ ἀνακτόρῳ ἔδρασεν· ἐν αὐταῖς δὲ ταῖς κολάσεσι τὴν ψυχὴν ἀπέρρηξεν. ὁ δὲ παρανόμως σφαγεὶς διὰ τιμῆς ἦλθε δημοσίᾳ, καὶ ἐτάφη τοῦ θεοῦ προστάξαντος. ἔτισεν οὖν ὁ Μακαρεὺς οὐ μεμπτὴν τὴν δίκην τοῦτο δὴ τὸ ποιητικὸν σὺν τῇ ἑαυτοῦ κεφαλῇ καὶ τῇ τῆς γυναικὸς καὶ οὖν καὶ τῇ τῶν παίδων προσέτι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi