Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 13

33 Ῥοδῶπίν φασιν Αἰγυπτίων λόγοι ἑταίραν γενέσθαι ὡραιοτάτην. καί ποτε αὐτῆς λουομένης ἡ τὰ παράδοξα καὶ τὰ ἀδόκητα φιλοῦσα ἐργάζεσθαι τύχη προυξένησεν αὐτῇ οὐ τῆς γνώμης ἀλλὰ τοῦ κάλλους ἄξια. λουομένης γὰρ καὶ τῶν θεραπαινίδων τὴν ἐσθῆτα φυλαττουσῶν, ἀετὸς καταπτάς, τὸ ἕτερον τῶν ὑποδημάτων ἁρπάσας, ἀπιὼν ᾤχετο· καὶ ἐκόμισεν ἐς Μέμφιν δικάζοντος Ψαμμιτίχου, καὶ ἐς τὸν κόλπον ἐνέβαλε τὸ ὑπόδημα. ὁ δὲ Ψαμμίτιχος θαυμάσας τοῦ ὑποδήματος τὸν ῥυθμὸν καὶ τῆς ἐργασίας αὐτοῦ τὴν χάριν καὶ τὸ πραχθὲν ὑπὸ τοῦ ὄρνιθος προσέταξεν ἀνὰ πᾶσαν τὴν Αἴγυπτον ἀναζητεῖσθαι τὴν ἄνθρωπον, ἧς τὸ ὑπόδημά ἐστι· καὶ εὑρὼν γαμετὴν ἠγάγετο.
34 ὅτι τὸν Λέοντα ὁ Διονύσιος μετὰ τὴν πρόσταξιν τὴν κατʼ αὐτοῦ ἀνευρὼν ἐς τρὶς τοῖς δορυφόροις ἐκέλευσεν ἀπάγειν, καὶ μετέγνω τρίς, καὶ καθʼ ἑκάστην μεταπομπὴν κατεφίλει κλάων καὶ καταρώμενος ἑαυτοῦ, ὅτι ἔλαβε τὸ ξίφος. τελευτῶν ἥττηται τῷ φόβῳ, καὶ προσέταξεν ἀποσφαγῆναι εἰπὼν ὅτι ʽοὐκ ἔστιν, ὦ Λέον, σοι ζῆν.ʼ
35 λέγουσι φυσικοὶ ἄνδρες τὴν ἔλαφον καθάρσεως δεομένην σέσελιν ἐσθίειν, φαλαγγίων δὲ κνήσμασιν ἐχομένην καρκίνους.
36 Ὀλυμπιὰς τῇ Φιλίππου θυγατρὶ Εὐρυδίκῃ ʽἦν δὲ ἄρα ἐξ Ἰλλυρίδος γυναικὸς τῷ Φιλίππῳ γενομένἠ προσέπεμψε κώνειον καὶ βρόχον καὶ ξίφος· ἣ δὲ αἱρεῖται τὸν βρόχον.
37 Γέλων ὁ τῶν Συρακοσίων τύραννος τὴν τῆς ἀρχῆς κατάστασιν πραότατα εἶχε· στασιώδεις δέ τινες ἐπεβούλευον αὐτῷ. ἃ πυθόμενος ὁ Γέλων, ἐς ἐκκλησίαν συγκαλέσας τοὺς Συρακοσίους ἐσῆλθεν ὡπλισμένος, καὶ διεξελθὼν ὅσα ἀγαθὰ αὐτοῖς εἰργάσατο, καὶ τὴν ἐπιβουλὴν ἐξεκάλυψε καὶ ἀπεδύσατο τὴν πανοπλίαν, εἰπὼν πρὸς πάντας ʽἰδοὺ τοίνυν ὑμῖν ἐν χιτωνίσκῳ γυμνὸς τῶν ὅπλων παρέστηκα, καὶ δίδωμι χρῆσθαι ὅ τι βούλεσθε.ʼ καὶ ἐθαύμασαν αὐτοῦ τὴν γνώμην οἱ Συρακόσιοι, οἳ δὲ καὶ τοὺς ἐπιβουλεύοντας παρέδοσαν αὐτῷ κολάσαι καὶ τὴν ἀρχὴν ἔδωκαν. ὃ δὲ καὶ τούτους εἴασε τῷ δήμῳ τιμωρήσασθαι. καὶ εἰκόνα αὐτοῦ οἱ Συρακόσιοι ἔστησαν ἐν ἀζώστῳ χιτῶνι· καὶ ἦν τοῦτο τῆς δημαγωγίας αὐτοῦ ὑπόμνημα καὶ τοῖς ἐς τὸν μετὰ ταῦτα αἰῶνα μέλλουσιν ἄρχειν δίδαγμα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi