Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 14

39 ὁ Περσῶν βασιλεὺς ʽβούλομαι γάρ τι ὑμῖν καὶ φαιδρὸν εἰπεῖνʼ στέφανον ἐς μύρον βάψας ʽδιεπέπλεκτο δὲ ῥόδων ὁ στέφανοσʼ ἔπεμψεν Ἀνταλκίδᾳ πρεσβεύοντι ὑπὲρ εἰρήνης πρὸς αὐτόν. ὃ δὲ ʽδέχομαι μὲνʼ ἔφη ʽτὸ δῶρον καὶ ἐπαινῶ τὴν φιλοφροσύνην, ἀπώλεσας δὲ τὴν ὀσμὴν τῶν ῥόδων καὶ τὴν τῆς φύσεως εὐωδίαν διὰ τὴν ἐκ τῆς τέχνης κιβδηλίαν.
40 Ἀλέξανδρος ὁ Φεραίων τύραννος ἐν τοῖς μάλιστα ἔδοξεν ὠμότατος εἶναι. Θεοδώρου δὲ τοῦ τῆς τραγῳδίας ποιητοῦ ὑποκρινομένου τὴν Μερόπην σφόδρα ἐμπαθῶς, ὃ δὲ ἐς δάκρυα ἐξέπεσεν εἶτα ἐξανέστη τοῦ θεάτρου. ἀπολογούμενος δὲ ἔλεγε τῷ Θεοδώρῳ ὡς οὐ καταφρονήσας οὐδὲ ἀτιμάσας αὐτὸν ᾤχετο, ἀλλʼ αἰδούμενος εἰ τὰ μὲν τῶν ὑποκριτῶν πάθη οἷός τε ἦν ἐλεεῖν, τὰ δὲ τῶν ἑαυτοῦ πολιτῶν οὐχί.
41 ὅτι Ἀπολλόδωρος πλεῖστον ἀνθρώπων πίνων οἶνον οὐκ ἀπεκρύπτετο τὸ ἑαυτοῦ κακόν, οὐδὲ ἐπειρᾶτο περιαμπέχειν τὴν μέθην καὶ τὰ ἐξ αὐτῆς κακά, ἀλλὰ καὶ ἐκ τοῦ οἴνου ὑπαναφλεγόμενος καὶ ὑπεξαπτόμενος ἐγίνετο φονικώτερος, πρὸς τῇ φύσει καὶ τὸ πῶμα ἔχων ἐνδόσιμον.
42 Ξενοκράτης ὁ Πλάτωνος ἑταῖρος ἔλεγε μηδὲν διαφέρειν ἢ τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι· ἐν ταὐτῷ γὰρ ἁμαρτάνειν τόν τε ἐς ἃ μὴ δεῖ χωρία βλέποντα καὶ ἐς οὓς μὴ δεῖ τόπους παριόντα.
43 ὁ μὲν Πτολεμαῖός φασιν ʽὁπόστος δὲ ἦν οὗτος, ἐᾶν δεἶ καθῆστο ἐπὶ κύβοις καὶ πεττεύων διετέλει· εἶτά τις αὐτῷ παρεστὼς ἀνεγίνωσκε τῶν κατεγνωσμένων τὰ ὀνόματα καὶ τὰς καταδίκας αὐτῶν προσεπέλεγεν, ἵνα ἐκεῖνος παρασημήνηται τοὺς ἀξίους θανάτου. Βερενίκη δὲ ἡ γαμετὴ αὐτοῦ λαβοῦσα τὸ βιβλίον παρὰ τοῦ παιδὸς εἶτα οὐκ εἴασε διαναγνωσθῆναι τὸ πᾶν οὐκέτι, φήσασα πάνυ σφόδρα προσέχοντα τὴν διάνοιαν ὑπὲρ ἀνθρώπου ψυχῆς δεῖν λογίζεσθαι καὶ μὴ πρὸς παιδιᾷ γινόμενον· οὐ γὰρ ὁμοίαν εἶναι τὴν πτῶσιν τῶν κύβων καὶ τὴν τῶν σωμάτων. πρὸς ταῦτα ὁ Πτολεμαῖος ἥσθη, καὶ οὐδέποτε κυβεύων μετὰ ταῦτα ὑπὲρ ἀνθρώπου κρίσεως ἤκουσεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi