Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 14

29 ὅτι Λύσανδρος ἐκόμισεν ἐς Λακεδαίμονα χρήματα καὶ ἐδίδαξε τοὺς Λακεδαιμονίους παρανομεῖν ἐς τὸ πρόσταγμα τοῦ θεοῦ τὸ κελεῦον ἄβατον εἶναι χρυσῷ καὶ ἀργύρῳ τὴν Σπάρτην. τῶν οὖν φρονούντων τινὲς διεκώλυον, φρόνημα ἔτι κεκτημένοι Λακωνικὸν καὶ Λυκούργου καὶ τοῦ Πυθίου ἄξιον· οἱ δὲ προσέμενοι διεβλήθησαν, καὶ ἡ ἐξ ἀρχῆς αὐτῶν ἀρετὴ κατὰ μικρὸν ὑπέληξεν.
30 Ἄννων ὁ Καρχηδόνιος ὑπὸ τρυφῆς ἐν τοῖς ἀνθρώπων ὅροις οὐκ ἠξίου διαμένειν, ἀλλʼ ἐπενόει φήμας ὑπὲρ ἑαυτοῦ κατασπείρεσθαι κρείττονας ἢ κατὰ τὴν φύσιν, ἥνπερ οὖν ἔλαχεν. ὄρνιθας γάρ τοι τῶν ᾠδικῶν παμπόλλους πριάμενος ἔτρεφεν ἐν σκότῳ αὐτούς, ἓν διδάσκων μάθημα λέγειν ʽθεός ἐστιν Ἄννων.ʼ ἐπεὶ δὲ ἐκεῖνοι μίαν φωνὴν ταύτην ἀκούοντες ἐγκρατεῖς ταύτης ἐγένοντο, ἄλλον ἄλλοσε διαφῆκεν, οἰόμενος διαρρεύσειν τῶν ὀρνίθων τὸ ὑπὲρ ἑαυτοῦ μέλος. οἳ δὲ τὸ πτερὸν ἀπολύσαντες ἅπαξ καὶ ἐλευθερίας λαβόμενοι καὶ ἐς ἤθη τὰ σύντροφα αὐτοῖς ἐλθόντες, τὰ οἰκεῖα ᾖδον καὶ τὰ τῶν ὀρνίθων ἐμουσούργουν, μακρὰ χαίρειν εἰπόντες Ἄννωνι καὶ μαθήμασι τοῖς ἐν τῇ δουλείᾳ.
31 Πτολεμαῖος ὁ Τρύφων ʽτοῦτο γὰρ αὐτὸν ἐκάλουν ἐκ τοῦ βίοὐ γυναικὸς ὡραίας ἐντυχεῖν αὐτῷ βουλομένης ὃ δὲ ἔφη ʽἀπηγόρευσέ μοι ἡ ἀδελφὴ παρὰ γυναικὸς καλῆς λόγον δέξασθαι.ʼ ἣ δὲ ἀτρέπτως πάνυ καὶ ἐμμελῶς ʽπαρὰ καλοῦ λάβοις ἄν;ʼ εἶπε. καὶ ἐκεῖνος ἀκούσας ἐπῄνεσε.
32 Λακεδαιμόνιος ἀνὴρ Τιμανδρίδας ὄνομα ἀποδημήσας τὸν υἱὸν ἀπέλιπε μελεδωνὸν τῆς οἰκίας. εἶτα ἐπανελθὼν χρόνῳ ὕστερον καὶ εὑρὼν τὴν οὐσίαν ποιήσαντα ἧς ἀπέλιπε πλείω, ἔφη πολλοὺς ἀδικεῖσθαι ὑπʼ αὐτοῦ θεούς τε καὶ οἰκείους καὶ ξένους· τὰ γὰρ περιττὰ τούτων ἐς ἐκείνους ἀναλίσκεσθαι ὑπὸ τῶν ἐλευθέρων. τὸ δὲ ζῶντα μὲν φαίνεσθαι πένητα, τελευτήσαντα δὲ καταφωραθῆναι πλούσιον, ἀλλὰ τοῦτο τῶν ἐν ἀνθρώποις ἐστὶν αἴσχιστον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi