Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 2

37 Ζαλεύκου τοῦ Λοκροῦ πολλοὶ μέν εἰσι καὶ ἄλλοι νόμοι κάλλιστα καὶ ἐς δέον κείμενοι, καὶ οὗτος δὲ οὐχ ἥκιστα. εἴ τις Λοκρῶν τῶν Ἐπιζεφυρίων νοσῶν ἔπιεν οἶνον ἄκρατον, μὴ προστάξαντος τοῦ θεραπεύοντος, εἰ καὶ περιεσώθη, θάνατος ἡ ζημία ἦν αὐτῷ, ὅτι μὴ προσταχθὲν αὐτῷ ὃ δὲ ἔπιεν.
38 νόμος καὶ οὗτος Μασσαλιωτικός, γυναῖκας μὴ ὁμιλεῖν οἴνῳ, ἀλλʼ ὑδροποτεῖν πᾶσαν γυναικῶν ἡλικίαν. λέγει δὲ Θεόφραστος καὶ παρὰ Μιλησίοις τὸν νόμον τοῦτον ἰσχύειν, καὶ πείθεσθαι αὐτῷ τὰς Μιλησίων γυναῖκας. τί δὲ οὐκ ἂν εἴποιμι καὶ τὸν Ῥωμαίων νόμον; καὶ πῶς οὐκ ὀφλήσω δικαίως ἀλογίαν, εἰ τὰ μὲν Λοκρῶν καὶ Μασσαλιωτῶν καὶ τὰ Μιλησίων διὰ μνήμης ἐθέμην, τὰ δὲ τῆς ἐμαυτοῦ πατρίδος ἐάσω; οὐκοῦν καὶ Ῥωμαίοις ἦν ἐν τοῖς μάλιστα ὁ νόμος ὅδε ἐρρωμένος. οὔτε ἐλευθέρα γυνὴ ἔπιεν ἂν οἶνον οὔτε οἰκέτις, οὔτε μὴν τῶν εὖ γεγονότων οἱ ἐφʼ ἥβης μέχρι πέντε καὶ τριάκοντα ἐτῶν.
39 Κρῆτες δὲ τοὺς παῖδας τοὺς ἐλευθέρους μανθάνειν ἐκέλευον τοὺς νόμους μετά τινος μελῳδίας, ἵνα ἐκ τῆς μουσικῆς ψυχαγωγῶνται καὶ εὐκολώτερον αὐτοὺς τῇ μνήμῃ διαλαμβάνωσι, καὶ ἵνα μή τι τῶν κεκωλυμένων πράξαντες ἀγνοίᾳ πεποιηκέναι ἀπολογίαν ἔχωσι. δεύτερον δὲ μάθημα ἔταξαν τοὺς τῶν θεῶν ὕμνους μανθάνειν· τρίτον τὰ τῶν ἀγαθῶν ἀνδρῶν ἐγκώμια.
40 πᾶν μὲν ὅσον ἄλογόν ἐστιν ἀλλοτρίως πρὸς οἶνον πέφυκε, μάλιστα δὲ τῶν ζῴων ἐκεῖνα, ὅσα στεμφύλων ἢ γιγάρτων ὑπερπλησθέντα μεθύει. καὶ οἱ κόρακες δὲ τὴν καλουμένην οἰνοῦτταν βοτάνην ὅταν φάγωσι, καὶ οἱ κύνες δὲ καὶ αὐτοὶ βακχεύονται. πίθηκος δὲ καὶ ἐλέφας ἐὰν οἴνου πίωσιν, ὃ μὲν τῆς ἀλκῆς ἐπιλανθάνεται ὁ ἐλέφας, ὃ δὲ τῆς πανουργίας· καί εἰσιν αἱρεθῆναι πάνυ ἀσθενεῖς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi