Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 2

13 ἐπετίθεντο τῷ Σωκράτει καὶ ἐπεβούλευον οἱ ἀμφὶ τὸν Ἄνυτον ὧν χάριν καὶ διʼ ἃς αἰτίας λέλεκται πάλαι. ὑφορώμενοι δὲ τοὺς Ἀθηναίους καὶ δεδιότες ὅπως ποτὲ ἕξουσι πρὸς τὴν κατηγορίαν τοῦ ἀνδρὸς ʽπολὺ γὰρ ἦν τὸ τοῦ Σωκράτους ὄνομα διά τε τὰ ἄλλα καὶ ὅτι τοὺς σοφιστὰς ἤλεγχεν οὐδὲν ὑγιὲς ὄντας οὐδέ τι σπουδαῖον ἢ εἰδότας ἢ λέγοντασʼ, ἐκ τούτων οὖν ἐβουλήθησαν πεῖραν καθεῖναι ὑπὲρ τῆς κατʼ αὐτοῦ διαβολῆς. τὸ μὲν γὰρ ἄντικρυς ἀπενέγκασθαι γραφὴν κατʼ αὐτοῦ παραχρῆμα οὐκ ἐδοκίμαζον διʼ ἃ προεῖπον καὶ διʼ ἐκεῖνα δέ, μή ποτε ἄρα ἀγριάναντες οἱ φίλοι οἱ τοῦ Σωκράτους ἐξάψωσι κατʼ αὐτῶν τοὺς δικαστάς, εἶτά τι πάθωσι κακὸν ἀνήκεστον, ἅτε συκοφαντοῦντες ἄνδρα οὐ μόνον οὐδενὸς αἴτιον κακοῦ τῇ πόλει, ἐκ δὲ τῶν ἐναντίων καὶ κόσμον ταῖς Ἀθήναις  ὄντα. τί οὖν ἐπινοοῦσιν; Ἀριστοφάνην τὸν τῆς κωμῳδίας ποιητήν, βωμολόχον ἄνδρα καὶ γελοῖον ὄντα καὶ εἶναι σπεύδοντα, ἀναπείθουσι κωμῳδῆσαι τὸν Σωκράτη, ταῦτα δήπου τὰ περιφερόμενα, ὡς ἦν ἀδολέσχης, λέγων τε αὖ καὶ τὸν ἥττω λόγον ἀπέφαινε κρείττονα, καὶ ἐσῆγε ξένους δαίμονας, καὶ οὐκ ᾐδεῖτο θεοὺς οὐδʼ ἐτίμα, τὰ δὲ αὐτὰ ταῦτα καὶ τοὺς προσιόντας αὐτῷ ἐδίδασκέ τε καὶ εἰδέναι ἀνέπειθεν. ὁ δὲ Ἀριστοφάνης λαβόμενος ὑποθέσεως εὖ μάλα ἀνδρικῆς, ὑποσπείρας γέλωτα καὶ τὸ ἐκ τῶν μέτρων αἱμύλον καὶ τὸν ἄριστον τῶν Ἑλλήνων λαβὼν ὑπόθεσιν ʽοὐ γάρ οἱ κατὰ Κλέωνος ἦν τὸ δρᾶμα, οὐδὲ ἐκωμῴδει Λακεδαιμονίους ἢ Θηβαίους ἢ Περικλέα αὐτόν, ἀλλʼ ἄνδρα τοῖς τε ἄλλοις θεοῖς φίλον καὶ δὴ καὶ μάλιστα τῷ Ἀπόλλωνἰ, ἅτε οὖν ἄηθες πρᾶγμα καὶ ὅραμα παράδοξον ἐν σκηνῇ καὶ κωμῳδίᾳ Σωκράτης, πρῶτον μὲν ἐξέπληξεν ἡ κωμῳδία τῷ ἀδοκήτῳ τοὺς Ἀθηναίους, εἶτα καὶ φύσει φθονεροὺς ὅντας κοὶ τοῖς ἀρίστοις βασκαίνειν προῃρημένους οὐ μόνον τοῖς ἐν τῇ πολιτείᾳ καὶ ταῖς ἀρχαῖς ἀλλʼ ἔτι καὶ πλέον τοῖς εὐδοκιμοῦσιν ἢ ἐν λόγοις ἀγαθοῖς ἢ ἐν βίου σεμνότητι, ἄκουσμα ἔδοξεν ἥδιστον αἵδε αἱ Νεφέλαι, καὶ ἐκρότουν τὸν ποιητὴν ὡς οὔ ποτε ἄλλοτε, καὶ ἐβόων νικᾶν, καὶ προσέταττον τοῖς κριταῖς ἄνωθεν Ἀριστοφάνην ἀλλὰ μὴ ἄλλον γράφειν. καὶ τὰ μὲν τοῦ δράματος τοιαῦτα· ὁ δὲ Σωκράτης σπάνιον μὲν ἐπεφοίτα τοῖς θεάτροις, εἴ ποτε δὲ Εὐριπίδης ὁ τῆς τραγῳδίας ποιητὴς ἠγωνίζετο καινοῖς τραγῳδοῖς, τότε γε ἀφικνεῖτο. καὶ Πειραιοῖ δὲ ἀγωνιζομένου τοῦ Εὐριπίδου καὶ ἐκεῖ κατῄει· ἔχαιρε γὰρ τῷ ἀνδρὶ διά τε τὴν σοφίαν αὐτοῦ καὶ τὴν ἐν τοῖς μέτροις ἀρετήν. ἤδη δέ ποτε αὐτὸν ἐρεσχελῶν Ἀλκιβιάδης ὁ Κλεινίου καὶ Κριτίας ὁ Καλλαίσχρου καὶ κωμῳδῶν ἀκοῦσαι παρελθόντα ἐς τὸ θέατρον ἐξεβιάσαντο. ὃ δὲ αὐτοῖς οὐκ ἠρέσκετο, ἀλλὰ δεινῶς κατεφρόνει ʽἅτε ἀνὴρ σώφρων καὶ δίκαιος καὶ ἀγαθὸς καὶ ἐπὶ τούτοις σοφόσʼ ἀνδρῶν κερτόμων καὶ ὑβριστῶν καὶ ὑγιὲς λεγόντων οὐδέν· ἅπερ ἐλύπει δεινῶς αὐτούς. καὶ ταῦτα οὖν τῆς κωμῳδίας ἦν αὐτῷ τὰ σπέρματα, ἀλλʼ οὐ μόνον ἃ παρὰ τοῦ Ἀνύτου καὶ Μελήτου ὡμολόγηται. εἰκὸς δὲ καὶ χρηματίσασθαι ὑπὲρ τούτων Ἀριστοφάνην. καὶ γὰρ βουλομένων, μᾶλλον δὲ ἐκ παντὸς συκοφαντῆσαι τὸν Σωκράτη σπευδόντων ἐκείνων, καὶ αὐτὸν δὲ πένητα ἅμα καὶ κατάρατον ὄντα, τί παράδοξον ἦν ἀργύριον λαβεῖν ἐπʼ οὐδενὶ ὑγιεῖ; καὶ ὑπὲρ μὲν τούτων αὐτὸς οἶδεν· εὐδοκίμει δʼ οὖν αὐτῷ τὸ δρᾶμα. καὶ γάρ τοι καὶ τὸ τοῦ Κρατίνου τοῦτο συνέβη εἴ ποτε ἄλλοτε καὶ τότε, τῷ θεάτρῳ νοσῆσαι τὰς φρένας. καὶ ἅτε ὄντων Διονυσίων πάμπολύ τι χρῆμα τῶν Ἑλλήνων σπουδῇ τῆς θέας ἀφίκετο. περιφερομένου τοίνυν ἐν τῇ σκηνῇ τοῦ Σωκράτους καὶ ὀνομαζομένου πολλάκις, οὐκ ἂν δὲ θαυμάσαιμι εἰ καὶ βλεπομένου ἐν τοῖς ὑποκριταῖς ʽδῆλα γὰρ δὴ ὅτι καὶ οἱ σκευοποιοὶ ἔπλασαν αὐτὸν ὡς ὅτι μάλιστα ἐξεικάσαντεσʼ, ἀλλʼ οἵ γε ξένοι ʽτὸν γὰρ κωμῳδούμενον ἠγνόουνʼ θροῦς παρʼ αὐτῶν ἐπανίστατο, καὶ ἐζήτουν ὅστις ποτὲ οὗτος ὁ Σωκράτης ἐστίν. ὅπερ οὖν ἐκεῖνος αἰσθόμενος ʽκαὶ γάρ τοι καὶ παρῆν οὐκ ἄλλως οὐδὲ ἐκ τύχης, εἰδὼς δὲ ὅτε κωμῳδοῦσιν αὐτόν· καὶ δὴ καὶ ἐν καλῷ τοῦ θέατρου ἐκάθητὀ, ἵνα οὖν λύσῃ τὴν τῶν ξένων ἀπορίαν, ἐξαναστὰς παρʼ ὅλον τὸ δρᾶμα ἀγωνιζομένων τῶν ὑποκριτῶν ἑστὼς ἐβλέπετο. τοσοῦτον ἄρα περιῆν τῷ Σωκράτει τοῦ κωμῳδίας καὶ Ἀθηναίων καταφρονεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi