Kitap 3
20
Λυσάνδρῳ τῷ Σπαρτιάτῃ ἐς Ἰωνίαν ἀφικομένῳ οἱ κατὰ τὴν Ἰωνίαν ξένοι πολλὰ μὲν καὶ ἄλλα ἀπέπεμψαν ἀτὰρ οὖν καὶ βοῦν καὶ πλακοῦντα. ὃ δὲ ἀπιδὼν ἐς τὸν πλακοῦντα ἤρετο ʽτί βούλεται τὸ πέμμα ἐκεῖνο εἶναι;ʼ ὁ δὲ κομίζων ἀπεκρίνατο ὅτι ἐκ μέλιτος καὶ τυροῦ καὶ ἄλλων τινῶν ἐσκεύασται. ὁ δὲ Λύσανδρος ʽἀλλὰ τοῦτο μὲνʼ εἶπε ʽτοῖς Εἵλωσι δότε· ἐλευθέρου γὰρ οὐκ ἔστι βρῶμα.ʼ τὸν δὲ βοῦν προσέταξε κατὰ τὰ πάτρια σκευασθῆναι, καὶ ἐδεἵ??ʼησεν ἡδέως.
21
ἐπανῄει ποτὲ ἐκ διδασκαλείου παῖς ἔτι ὢν Θεμιστοκλῆς. εἶτα προσιόντος Πεισιστράτου ὁ παιδαγωγὸς ἔφη τῷ Θεμιστοκλεῖ μικρὸν ἐκχωρῆσαι τῆς ὁδοῦ προσάγοντος τοῦ τυράννου. ὃ δὲ καὶ πάνυ ἐλευθερίως ἀπεκρίνατο ʽαὕτη γὰρʼ εἶπεν ʽαὐτῷ οὐχ ἱκανὴ ὁδός;ʼ οὕτως ἄρα εὐγενές τι καὶ μεγαλόφρον ἐνεφαίνετο τῷ Θεμιστοκλεῖ καὶ ἐξ ἐκείνου.
22
ὅτε ἑάλω τὸ Ἴλιον, οἰκτείραντες οἱ Ἀχαιοὶ τὰς τῶν ἁλισκομένων τύχας καὶ πάνυ Ἑλληνικῶς τοῦτο ἐκήρυξαν, ἕκαστον τῶν ἐλευθέρων ἓν ὅ τι καὶ βούλεται τῶν οἰκείων ἀποφέρειν ἀράμενον. ὁ οὖν Αἰνείας τοὺς πατρῴους θεοὺς βαστάσας ἔφερεν, ὑπεριδὼν τῶν ἄλλων. ἡσθέντες οὖν ἐπὶ τῇ τοῦ ἀνδρὸς εὐσεβείᾳ οἱ Ἕλληνες καὶ δεύτερον αὐτῷ κτῆμα συνεχώρησαν λαβεῖν· ὃ δὲ τὸν πατέρα πάνυ σφόδρα γεγηρακότα ἀναθέμενος τοῖς ὤμοις ἔφερεν. ὑπερεκλαγέντες οὖν καὶ ἐπὶ τούτῳ οὐχ ἥκιστα, πάντων αὐτῷ τῶν οἰκείων κτημάτων ἀπέστησαν, ὁμολογοῦντες ὅτι πρὸς τοὺς εὐσεβεῖς τῶν ἀνθρώπων καὶ τοὺς θεοὺς καὶ τοὺς γειναμένους διʼ αἰδοῦς ἄγοντας καὶ οἱ φύσει πολέμιοι ἥμεροι γίνονται.