Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 4

24 Αεωπρέπης ὁ Κεῖος ὁ τοῦ Σιμωνίδου πατὴρ ἔτυχέ ποτε ἐν παλαίστρᾳ καθήμενος· εἶτα μειράκια πρὸς ἀλλήλους οἰκείως διακείμενα ἤρετο τὸν ἄνδρα πῶς ἂν αὐτοῖς ἡ φιλία διαμένοι μάλιστα. ὃ δὲ εἶπεν ʽἐὰν ταῖς ἀλλήλων ὀργαῖς ἐξίστασθε καὶ μὴ ὁμόσε χωροῦντες τῷ θυμῷ, εἶτα παροξύνητε ἀλλήλους κατʼ ἀλλήλων.ʼ
25 Θράσυλλος ὁ Αἰξωνεὺς παράδοξον καὶ καινὴν ἐνόσησε μανίαν. ἀπολιπὼν γὰρ τὸ ἄστυ καὶ κατελθὼν ἐς τὸν Πειραιᾶ καὶ ἐνταῦθα οἰκῶν τὰ πλοῖα τὰ καταίροντα ἐν αὐτῷ πάντα ἑαυτοῦ ἐνόμιζεν εἶναι, καὶ ἀπεγράφετο αὐτὰ καὶ αὖ πάλιν ἐξέπεμπε καὶ τοῖς περισωζομένοις καὶ ἐσιοῦσιν ἐς τὸν λιμένα ὑπερέχαιρε· χρόνους δὲ διετέλεσε πολλοὺς συνοικῶν τῷ ἀρρωστήματι τούτῳ. ἐκ Σικελίας δὲ ἀναχθεὶς ὁ ἀδελφὸς αὐτοῦ παρέδωκεν αὐτὸν ἰατρῷ ἰάσασθαι, καὶ ἔπαυσεν  αὐτὸν τῆς νόσου οὗτος. ἐμέμνητο δὲ πολλάκις τῆς ἐν μανίᾳ διατριβῆς, καὶ ἔλεγε μηδέποτε ἡσθῆναι τοσοῦτον, ὅσον τότε ἥδετο ἐπὶ ταῖς μηδὲν αὐτῷ προσηκούσαις ναυσὶν ἀποσωζομέναις.
26 Ξάνθος ὁ ποιητὴς τῶν μελῶν ʽἐγένετο δὲ οὗτος πρεσβύτερος Στησιχόρου τοῦ Ἱμεραίοὐ λέγει τὴν Ἠλέκτραν τοῦ Ἀγαμέμνονος οὐ τοῦτο ἔχειν τοὔνομα πρῶτον ἀλλὰ Λαοδίκην. ἐπεὶ δὲ Ἀγαμέμνων ἀνῃρέθη, τὴν δὲ Κλυταιμνήστραν ὁ Αἴγισθος ἔγημε καὶ ἐβασίλευσεν, ἄλεκτρον οὖσαν καὶ καταγηρῶσαν παρθένον Ἀργεῖοι Ἠλέκτραν ἐκάλεσαν διὰ τὸ ἀμοιρεῖν ἀνδρὸς καὶ μὴ πεπειρᾶσθαι λέκτρου.
27 ὅτι Παμφάης ὁ Πριηνεὺς Κροίσῳ τῷ Λυδῷ, τοῦ πατρὸς αὐτοῦ περιόντος, τριάκοντα μνᾶς ἐδωρήσατο. παραλαβὼν δὲ τὴν ἀρχὴν μεστὴν ἅμαξαν ἀργυρίου ἀπέπεμψεν αὐτῷ. ὅτι Διογένης λαβὼν παρὰ Διοτίμου τοῦ Καρυστίου νόμισμα ὀλίγον ἔφη σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς, ἄνδρα τε καὶ οἶκον. ἐδόκει δέ πως ὁ Διότιμος μαλθακώτερος εἶναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi