Kitap 5
1
ταχὼς ὁ Αἰγύπτιος ἕως μὲν ἐχρῆτο τῇ ἐπιχωρίῳ διαίτῃ καὶ εὐτελῶς διεβίω, ὑγιεινότατα ἀνθρώπων διῆγεν· ἐπεὶ δὲ ἐς Πέρσας ἀφίκετο καὶ ἐς τὴν ἐκείνων τρυφὴν ἐξέπεσε, τὸ ἄηθες τῶν σιτίων οὐκ ἐνεγκών, ὑπὸ δυσεντερίας τὸν βίον κατέστρεψε, τῆς τρυφῆς ἀλλαξάμενος θάνατον.
2
ὅτι Φερεκύδης ὁ Πυθαγόρου διδάσκαλος ἐμπεσὼν ἐς τὴν ἀρρωστίαν πρῶτον μὲν ἵδρου ἱδρῶτα θερμὸν ἰξώδη ὅμοιον ὡς μύξαις, ὕστερον δὲ θηριώδη, μετὰ δὲ ἐφθειρίασε. καὶ διαλυομένων τῶν σαρκῶν ἐς τοὺς φθεῖρας ἐπεγένετο τῆξις, καὶ οὕτω τὸν βίον μετήλλαξεν.
3
Ἀριστοτέλης τὰς νῦν Ἡρακλείους στήλας καλουμένας, πρὶν ἢ κληθῆναι τοῦτο, φησὶ Βριάρεω καλεῖσθαι αὐτάς· ἐπεὶ δʼ ἐκάθηρε γῆν καὶ θάλατταν Ἡρακλῆς καὶ ἀναμφιλόγως εὐεργέτης ἐγένετο τῶν ἀνθρώπων, τιμῶντες αὐτὸν τὴν μὲν Βριάρεω μνήμην παρʼ οὐδὲν ἐποιήσαντο, Ἡρακλείους δὲ προσηγόρευσαν.
4
ὅτι ἀναθῆλαι λόγος ἐστὶ Δήλιος φυτὰ ἐν Δήλῳ ἐλαίαν καὶ φοίνικα, ὧν ἁψαμένην τὴν Λητὼ εὐθὺς ἀποκυῆσαι, τέως οὐ δυναμένην τοῦτο δρᾶσαι.
5
Ἐπαμεινώνδας ἕνα εἶχε τρίβωνα, καὶ αὐτὸν ῥυπῶντα· εἴ ποτε δὲ αὐτὸν ἔδωκεν ἐς γναφεῖον, αὐτὸς ὑπέμενεν οἴκοι διʼ ἀπορίαν ἑτέρου. ἐν δὴ τούτοις τῆς περιουσίας ὤν, τοῦ Περσῶν βασιλέως πέμψαντος αὐτῷ πολὺ χρυσίον, οὐ προσήκατο· καὶ εἴ τι ἐγὼ νοῶ, μεγαλοφρονέστερος ἦν τοῦ διδόντος ὁ μὴ λαβών.