Kitap 7
9
εἶτα οὐκ ἔστι σωφροσύνη μεγάλη ʽἐμοὶ μὲν δοκεἶ, εἴ γε καὶ ἡ Φωκίωνος γυνὴ τὸ Φωκίωνος ἱμάτιον ἐφόρει, καὶ οὐδὲν ἐδεῖτο οὐ κροκωτοῦ οὐ ταραντινιδίου οὐκ ἀναβολῆς οὐκ ἐγκύκλου οὐ κεκρυφάλου οὐ καλύπτρας οὐ βαπτῶν χιτωνίσκων; ἠμπείχετο δὲ πρώτῃ μὲν τῇ σωφροσύνῃ, δευτέροις γε μὲν τοῖς παροῦσιν.
10
τῇ Ξανθίππῃ δὲ ὁ Σωκράτης, ἐπεὶ οὐκ ἠβούλετο τὸ ἐκείνου ἱμάτιον ἐνδύσασθαι καὶ οὕτως ἐπὶ τὴν θέαν τῆς πομπῆς βαδίζειν, ἔφη ʽὁρᾷς ὡς οὐ θεωρήσουσα θεωρησομένη δὲ μᾶλλον βαδίζεις;ʼ
11
Ῥωμαίων δὲ αἱ πολλαὶ γυναῖκες καὶ τὰ ὑποδήματα ταὐτὰ φορεῖν τοῖς ἀνδράσιν εἰθισμέναι εἰσίν.
12
δεῖ τοὺς παῖδας τοῖς ἀστραγάλοις ἐξαπατᾶν, τοὺς δὲ ἄνδρας τοῖς ὅρκοις. οἳ μὲν Λυσάνδρου εἶναι λέγουσι τὸν λόγον, οἳ δὲ Φιλίππου τοῦ Μακεδόνος. ὁποτέρου δʼ ἂν ᾖ, οὐκ ὀρθῶς λέγεται κατά γε τὴν ἐμὴν κρίσιν. καὶ ἴσως οὐ παράδοξον εἰ μὴ τὰ αὐτὰ ἀρέσκει ἐμοὶ καὶ Λυσάνδρῳ· ὃ μὲν γὰρ ἐτυράννει, ἐγὼ δὲ ὡς φρονῶ δῆλον ἐξ ὧν μὴ τὸ λεχθὲν ἀρέσκει με.
13
Ἀγησίλαος ὁ Λακεδαιμόνιος γέρων ἤδη ὢν ἀνυπόδητος πολλάκις καὶ ἀχίτων προῄει, τὸν τρίβωνα περιβαλλόμενος αὐτόν, καὶ ταῦτα ἑωθινὸς ἐν ὥρᾳ χειμερίῳ. ᾐτιάσατο δέ τις αὐτὸν ὡς νεανικώτερα τῆς ἡλικίας ἐπιχειροῦντα· ὃ δὲ ʽἀλλʼ οἵ γε νέοἰ φησὶ ʽτῶν πολιτῶν ὥσπερ οὖν πῶλοι πρὸς τὸν τέλειον ἀποβλέπουσιν ἐμέ.
14
τί δέ; οὐκ ἦσαν καὶ οἱ φιλόσοφοι τὰ πολέμια ἀγαθοί; ἐμοὶ μὲν δοκοῦσιν, εἴ γε Ἀρχύταν μὲν εἵλοντο ἑξάκις στρατηγὸν Ταραντῖνοι, Μέλισσος δὲ ἐναυάρχησε, Σωκράτης δὲ ἐστρατεύσατο τρίς, Πλάτων δὲ καὶ αὐτὸς ἐς Τάναγραν καὶ ἐς Κόρινθον. τὴν δὲ Ξενοφῶντος στρατείαν καὶ στρατηγίαν πολλοὶ μὲν καὶ ἄλλοι ᾅδουσι καὶ αὐτὸς δὲ ὁμολογεῖ ἐν τοῖς περὶ Κύρου λόγοις. Δίων δὲ ὁ Ἱππαρίνου τὴν Διονυσίου τυραννίδα κατέλυσε. καὶ Ἐπαμεινώνδας βοιωταρχῶν ἐν Λεύκτροις ἐνίκησε Λακεδαιμονίους, καὶ τῶν Θηβαίων καὶ τῶν Ἑλλήνων πρῶτος ἐγένετο. πολλὰ δὲ καὶ Ζήνων ὑπὲρ Ἀθηναίων ἐπολιτεύσατο πρὸς Ἀντίγονον. οὐδὲν γὰρ διοίσει εἴτε τις διὰ γνώμης ὤνησέ τινας εἴτε διʼ ὅπλων.