Kitap 8
1
ἔελεγε δήπου Σωκράτης περὶ τοῦ δαιμονίου τοῦ συνόντος αὐτῷ πρὸς Θεάγην καὶ Δημόδοκον καὶ πρὸς ἄλλους πολλούς. φωνὴν πολλάκις ἔφασκε θείᾳ πομπῇ συγκεκληρωμένην αὐτῷ, ʽἥπερ ὅταν γένηται, ἀεί μοἰ φησὶ ʽσημαίνει ὃ μέλλω πράττειν τούτου ἀποτροπήν, προτρέπει δὲ οὐδέποτε. καὶ αὖ πάλιν ἐάν τίς μοἰ φησὶ ʽτῶν φίλων ἀνακοινῶται ὑπέρ του, καὶ ἐπιγένηται ἡ φωνὴ ἐκείνη, πάλιν ἀποτρέπει. καὶ ἐμοὶ μὲν αὕτη συμβουλεύει τοῦτο, ἐγὼ δὲ τῷ συμβουλευομένῳ μοι· καὶ οὐκ ἐῶ πράττειν, ἑπόμενος τῇ θείᾳ προρρήσει.ʼ παρείχετο δὲ μάρτυρα Χαρμίδην τὸν Γλαύκωνος· ἀνεκοινώσατο γὰρ αὐτῷ ὅτι μέλλοι ἀσκήσειν στάδιον ἐς Νεμέαν, καὶ εὐθὺς ὑπαρχομένου λέγειν ἡ φωνὴ ἐπεγένετο. καὶ ὁ Σωκράτης τὸν Χαρμίδην διεκώλυεν ἔχεσθαι ὧν εἴχετο, ὃ δʼ οὐκ ἐπείσθη· οὐ μὴν ἐς δέον ἀπήντησεν αὐτῷ ἡ σπουδή.
2
Ἵππαρχος ὁ Πεισιστράτου παῖς πρεσβύτατος ὢν τῶν Πεισιστράτου καὶ σοφώτατος ἦν Ἀθηναίων. οὗτος καὶ τὰ Ὁμήρου ἔπη πρῶτος ἐκόμισεν ἐς τὰς Ἀθήνας, καὶ ἠνάγκασε τοὺς ῥαψῳδοὺς τοῖς Παναθηναίοις αὐτὰ ᾅδειν. καὶ ἐπʼ Ἀνακρέοντα δὲ τὸν Τήιον πεντηκόντορον ἔστειλεν, ἵνα αὐτὸν πορεύσῃ ὡς αὑτόν. Σιμωνίδην δὲ τὸν Κεῖον διὰ σπουδῆς ἄγων ἀεὶ περὶ αὑτὸν εἶχε, μεγάλοις δώροις ὡς τὸ εἰκὸς πείθων καὶ μισθοῖς· καὶ γὰρ ὡς ἦν φιλοχρήματος ὁ Σιμωνίδης, οὐδεὶς ἀντιφήσει. ἔργον δὲ ἦν ἄρα τούτῳ τῷ Ἱππάρχῳ ἡ περὶ τοὺς πεπαιδευμένους σπουδή. καὶ ἐβούλετο ὑπὸ προσχήματι τῷ ἑαυτοῦ Ἀθηναίους παιδεύεσθαι, καὶ βελτιόνων αὐτῶν ὄντων ἄρχειν ἔσπευδεν· οὐκ ᾤετο γὰρ δεῖν οὐδενὶ φθονεῖν σοφίας, ἅτε ὢν καλὸς καὶ ἀγαθός. λέγει δὲ Πλάτων ταῦτα, εἰ δὴ ὁ Ἵππαρχος Πλάτωνός ἐστι τῷ ὄντι.
3
ὅτι Ἀττικὸν τοῦτο τὸ ἔθος, ὅταν ὁ βοῦς ἀποσφαγῇ, τῶν μὲν ἄλλων ἀποψηφίζονται, κρίνοντες ἕκαστον ἐν τῷ μέρει φόνου· καταγινώσκουσι δὲ τῆς μαχαίρας, καὶ λέγουσι ταύτην ἀποκτεῖναι αὐτόν. καὶ ἐν ᾗ ταῦτα ἡμέρᾳ δρῶσι, Διιπόλια τὴν ἑορτὴν καλοῦσι καὶ Βουφόνια.