Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 8

7 Ἀλέξανδρος ὅτε Δαρεῖον εἷλε, γάμους εἱστία καὶ ἑαυτοῦ καὶ τῶν φίλων. ἐνενήκοντα δὲ ἦσαν οἱ γαμοῦντες καὶ ἰσάριθμοι τούτοις οἱ θάλαμοι. ἦν δὲ ὁ ἀνδρὼν ὁ ὑποδεχόμενος καὶ ἑστιῶν αὐτοὺς ἑκατοντάκλινος· καὶ ἑκάστη κλίνη ἀργυρόπους ἦν, ἡ δὲ αὐτοῦ χρυσόπους, καὶ κεκόσμηντο πᾶσαι ἁλουργοῖς καὶ ποικίλοις ἱματίοις ὑφῆς βαρβαρικῆς μέγα τιμίας. συμπαρέλαβε δὲ ἐς τὸ συμπόσιον καὶ τοὺς ἰδιοξένους, καὶ κατέκλινεν ἀντιπροσώπους ἑαυτῷ. ἐν δὲ τῇ αὐλῇ εἱστιῶντο αἵ τε ἄλλαι δυνάμεις, αἱ πεζαὶ καὶ αἱ ναυτικαὶ καὶ οἱ ἱππεῖς καὶ αἱ πρεσβεῖαι δὲ καὶ οἱ παρεπιδημοῦντες Ἕλληνες. καὶ ἐγένετο τὰ δεῖπνα πρὸς σάλπιγγα, τὸ μὲν συγκλητικὸν μέλος ᾀδούσης, ὅτε αὐτοὺς ἐχρῆν παριέναι ἐπὶ τὴν δαῖτα, τὸ δὲ ἀνακλητικόν, ὅτε ἐσήμαινεν ἀπαλλάττεσθαι. πέντε δὲ ἡμέρας καθεξῆς τοὺς γάμους ἔθυεν. ἀφίκοντο δὲ καὶ μουσουργοὶ καὶ ὑποκριταί, οἳ μὲν κωμῳδίας οἳ δὲ τραγῳδίας, πάμπολλοι. ἦσαν δὲ καὶ ἐκ τῆς Ἰνδικῆς θαυματοποιοὶ διαπρέποντες, καὶ ἔδοξαν δὲ αὐτοὶ κρατεῖν τῶν ἄλλων τῶν ἀλλαχόθεν.
8 Κίμων ὁ Κλεωναῖος ἐξειργάσατό φασι τὴν τέχνην τὴν γραφικὴν ὑποφυομένην ἔτι καὶ ἀτέχνως ὑπὸ τῶν πρὸ αὐτοῦ καὶ ἀπείρως ἐκτελουμένην καὶ τρόπον τινὰ ἐν σπαργάνοις καὶ γάλαξιν οὖσαν. διὰ ταῦτά τοι καὶ μισθοὺς τῶν πρὸ αὐτοῦ πρῶτος ἔλαβεν ἁδροτέρους.
9 Ἀρχέλαον τὸν Μακεδόνων τύραννον ʽοὕτω γὰρ καὶ Πλάτων αὐτὸν ὀνομάζει, καὶ οὐ βασιλέἀ τὰ παιδικὰ αὐτοῦ Κρατεύας ἐρασθεὶς τῆς τυραννίδος οὐδὲν ἧττον ἤπερ ἐκεῖνος τῶν παιδικῶν ἠράσθη, ἀπέκτεινε τὸν ἐραστήν, ὡς τύραννός τε καὶ εὐδαίμων ἀνὴρ ἐσόμενος. τρεῖς δὲ ἢ τέτταρας ἡμέρας τὴν τυραννίδα κατασχών, πάλιν αὐτὸς ἐπιβουλευθεὶς ὑφʼ ἑτέρων ἐτελεύτησεν. εἴη δʼ ἂν πρεπωδέστατον ἐπειπεῖν τῷδε τῷ Μακεδονικῷ δράματι τὸ ἔπος ἐκεῖνο τεύχων ὡς ἑτέρῳ τις ἑῷ κακὸν ἥπατι τεύχει. ὅτι διεψεύσατο αὐτῷ φασιν Ἀρχέλαος τῶν θυγατέρων μίαν δώσειν· ὅτε δὲ ἄλλῳ συνῴκισε τὴν παῖδα, ὑπεραγανακτήσας διέφθειρε τὸν Ἀρχέλαον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi