Kitap 9
30
Ἀνάξαρχος ὅτε σὺν Ἀλεξάνδρῳ ἐστρατεύετο, χειμῶνος ἐπιγενομένου προμαθὼν ὅτι μέλλει ὁ Ἀλέξανδρος ἐν ἀξύλῳ ποιεῖσθαι χωρίῳ τὴν στρατοπεδείαν, ὅσα εἶχε σκεύη, ταῦτα ἐκρίψας, τοῖς σκευοφόροις ἐπέθηκε ξύλα. ἐπεὶ δὲ ἐς τὸν σταθμὸν ἀφίκοντο, καὶ ἐνέδει ξύλων, Ἀλεξάνδρου μὲν αἱ κλῖναι κατεκάοντο, ἵνα ἑαυτὸν ἀλεᾶναι δυνηθῇ· ἐπεὶ δέ τις παρὰ Ἀναξάρχῳ πῦρ εἶναι ἤγγειλεν, ἀφίκετο παρʼ αὐτὸν καὶ ἠλείψατο ἐν τῇ σκηνῇ τοῦ Ἀναξάρχου. καὶ πυθόμενος τὴν προμήθειαν ὑπερεπῄνεσε, καὶ ὧν ἐξέρριψε διπλάσιον ἔδωκε ὑπὲρ τῆς τοῦ πυρὸς χρείας.
31
ἀθλητὴς Κροτωνιάτης Ὀλυμπιονίκης ἀπιὼν πρὸς τοὺς Ἑλλανοδίκας, ἵνα λάβῃ τὸν στέφανον, ἐπίληπτος γενόμενος ἀπέθανε κατενεχθεὶς μετὰ πτώματος.
32
Φρύνην τὴν ἑταίραν ἐν Δελφοῖς ἀνέστησαν οἱ Ἕλληνες ἐπὶ κίονος εὖ μάλα ὑψηλοῦ. οὐκ ἐρῶ δὲ ἁπλῶς τοὺς Ἕλληνας, ὡς ἂν μὴ δοκοίην διʼ αἰτίας ἄγειν πάντας, οὓς φιλῶ πάντων μάλιστα, ἀλλὰ τοὺς τῶν Ἑλλήνων ἀκρατεστέρους. τὸ δὲ ἄγαλμα χρυσοῦν ἦν. καὶ αἱ Κίμωνος δὲ ἵπποι χαλκαῖ καὶ αὗται Ἀθήνησιν εἰκασμέναι ὅτι μάλιστα ταῖς Κίμωνος ἵπποις εἱστήκεσαν.
33
μειράκιον Ἐρετρικὸν προσεφοίτησε Ζήνωνι πλείονος χρόνου, ἔστʼ ἐς ἄνδρας ἀφίκετο. ὕστερον οὖν ἐς τὴν Ἐρετρίαν ἐπανῆλθε, καὶ αὐτὸν ὁ πατὴρ ἤρετο ὅ τι ἄρα μάθοι σοφὸν ἐν τῇ τοσαύτῃ διατριβῇ τοῦ χρόνου. ὃ δὲ δείξειν ἔφη, καὶ οὐκ ἐς μακρὰν ἔδρασε τοῦτο. χαλεπήναντος γὰρ αὐτῷ τοῦ πατρὸς καὶ τέλος πληγὰς ἐντείναντος, ὃ δὲ τὴν ἡσυχίαν ἀγαγὼν καὶ ἐγκαρτερήσας τοῦτο ἔφη μεμαθηκέναι, φέρειν ὀργὴν πατέρων καὶ μὴ ἀγανακτεῖν.
34
Διογένης ἐς Ὀλυμπίαν ἐλθὼν καὶ θεασάμενος ἐν τῇ πανηγύρει Ῥοδιακούς τινας νεανίσκους πολυτελῶς ἠσθημένους, γελάσας ʽτῦφοσʼ ἔφη ʽτοῦτό ἐστιν.ʼ εἶτα περιτυχὼν Λακεδαιμονίοις ἐν ἐξωμίσι φαύλαις καὶ ῥυπώσαις ʽἄλλοσʼ εἶπεν ʽοὗτος τῦφος.ʼ
35
ὁ δὲ Σωκράτης ἰδὼν τὸν Ἀντισθένη τὸ διερρωγὸς τοῦ ἱματίου μέρος ἀεὶ ποιοῦντα φανερὸν, ʽοὐ παύσᾐ ἔφη ʽἐγκαλλωπιζόμενος ἡμῖν;ʼ
36
ψάλτης Ἀντιγόνῳ ἐπεδείκνυτο. τοῦ δὲ πολλάκις λέγοντος ʽτὴν νήτην ἐπίσφιγξον,ʼ εἶτα πάλιν ʽτὴν μέσην,ʼ ὃ δὲ ἀγανακτήσας ἔφη ʽμὴ γένοιτό σοι οὕτω κακῶς, ὦ βασιλεῦ, ὡς ἐμοῦ ταῦτα ἀκριβοῦν μᾶλλον.ʼ