Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 9

41 ἔν τινί φασι συνδείπνῳ παρῆν Σιμωνίδης ὁ Κεῖος καὶ Παυσανίας ὁ Λακεδαιμόνιος. προσέταξεν οὖν ὁ Παυσανίας τῷ Σιμωνίδῃ σοφόν τι εἰπεῖν, ὃ δὲ γελάσας ὁ Κεῖος ʽμέμνησὀ εἶπεν ʽἄνθρωπος ὤν.ʼ τοῦτο παραχρῆμα μὲν ἐξεφαύλισε Παυσανίας καὶ παρʼ οὐδὲν ἔθετο, ὑποτυφόμενος ἤδη ἐς τὸν τοῦ μηδίζειν ἔρωτα, καὶ μεγαλοφρονῶν ἐπὶ τῇ πρὸς βασιλέα ξενίᾳ, ἴσως δὲ καὶ ὑπὸ τοῦ οἴνου παραφερόμενος. ἐπεὶ δὲ ἦν πρὸς τῇ Χαλκιοίκῳ, καὶ διεπάλαιε τῷ λιμῷ καὶ ἔμελλεν ἀποθνήσκειν ἀνθρώπων ἀλγεινότατα, ἀλλὰ τηνικαῦτα ἐμνήσθη τοῦ Σιμωνίδου καὶ ἐξεβόησεν ἐς τρὶς ʽὦ ξένε Κεῖε, μέγα τι ἄρα χρῆμα ἦν ὁ λόγος σου, ἐγὼ δὲ ὑπʼ ἀνοίας οὐδὲν αὐτὸν ᾤμην εἶναι.ʼ
42 Ἀρταξέρξου ἀποκτείναντος τὸν πρεσβύτερον υἱὸν Δαρεῖον ἐπιβουλεύοντα, ὁ δεύτερος ἀξιοῦντος τοῦ πατρὸς σπασάμενος τὸν ἀκινάκην ἑαυτὸν πρὸ τῶν βασιλείων ἀπέκτεινεν.
← Önceki 12 / 12

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi