Kitap 9
3
ὅτι διέθρυπτε τοὺς ἑταίρους Ἀλέξανδρος, τρυφᾶν ἐπιχωρῶν αὐτοῖς, εἴ γε καὶ Ἄγνων χρυσοῦς ἥλους ἐν ταῖς κρηπῖσιν ἐφόρει. Κλεῖτος δὲ εἴποτε μέλλοι τισὶ χρηματίζειν, ἐπὶ πορφυρῶν εἱμάτων βαδίζων τοὺς δεομένους προσίετο. Περδίκκᾳ δὲ καὶ Κρατερῷ φιλογυμναστοῦσιν ἠκολούθουν διφθέραι σταδιαῖαι τὸ μέγεθος, ὑφʼ αἷς περιλαμβάνοντες τόπον εὐμεγέθη ἐν ταῖς καταστρατοπεδείαις ἐγυμνάζοντο. εἵπετο δὲ αὐτοῖς καὶ πολλὴ κόνις διʼ ὑποζυγίων ἐς τὰ γυμνάσια λυσιτελὴς οὖσα. Λεοννάτῳ δὲ καὶ Μενελάῳ φιλοθηροῦσιν αὐλἁ??ʼαι σταδίων ἑκατὸν ἠκολούθουν. αὐτῷ δὲ Ἀλεξάνδρῳ ἡ μὲν σκηνὴ ἦν κλινῶν ἑκατόν, χρυσοῖ δὲ κίονες πεντήκοντα διειλήφεσαν αὐτὴν καὶ τὸν ὄροφον αὐτῆς ἀνεῖχον, αὐτὸς δὲ ὁ ὄροφος διάχρυσος ἦν καὶ ἐκπεπόνητο ποικίλμασι πολυτελέσι. καὶ πρῶτοι μὲν Πέρσαι πεντακόσιοι οἱ καλούμενοι μηλοφόροι περὶ αὐτὴν ἐντὸς εἱστήκεσαν, πορφυρᾶς καὶ μηλίνας ἠσθημένοι στολάς· ἐπʼ αὐτοῖς δὲ τοξόται χίλιοι, φλόγινα ἐνδεδυκότες καὶ ὑσγινοβαφῆ· πρὸ δὲ τούτων οἱ ἀργυράσπιδες πεντακόσιοι Μακεδόνες. ἐν μέσῃ δὲ τῇ σκηνῇ χρυσοῦς ἐτίθετο δίφρος, καὶ ἐπʼ αὐτῷ καθήμενος Ἀλέξανδρος ἐχρημάτιζε, περιεστώτων αὐτῷ πανταχόθεν τῶν σωματοφυλάκων. περιῄει δὲ τὴν σκηνὴν περίβολος, ἔνθα ἦσαν Μακεδόνες χίλιοι καὶ Πέρσαι μύριοι. καὶ οὐδεὶς ἐτόλμα ῥᾳδίως προσελθεῖν αὐτῷ· πολὺ γὰρ ἦν τὸ ἐξ αὐτοῦ δέος ἀρθέντος ὑπὸ φρονήματος καὶ τύχης ἐς τυραννίδα.