Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 9

20 πλέων Ἀρίστιππος χειμῶνος ἐπιγενομένου πάνυ σφόδρα ἐταράττετο. ἔφη δέ τις τῶν συμπλεόντων ʽὦ Ἀρίστιππε, καὶ σὺ δέδοικας, ὡς οἱ πολλοί;ʼ ὃ δὲ ʽκαὶ μάλα γε εἰκότως· ὑμῖν μὲν γὰρ περὶ κακοδαίμονός ἐστι βίου ἡ σπουδὴ καὶ ὁ νῦν κίνδυνος, ἐμοὶ δὲ περὶ εὐδαίμονος.ʼ
21 Θηραμένης ἔτυχεν ἐν οἰκίᾳ τινὶ διατρίβων, εἶτα ἐπεὶ προῆλθεν αὐτῆς, παραχρῆμα ἐκείνη κατηνέχθη. οἱ μὲν οὖν Ἀθηναῖοι ἄλλοι ἀλλαχόθεν αὐτῷ περιφύντες συνήδοντο ἐπὶ τῇ σωτηρίᾳ τῇ παραδόξῳ, ὃ δὲ παρὰ τὴν πάντων ἐλπίδα ἀπεκρίνατο ʽὦ Ζεῦ, ἐς τίνα με καιρὸν φυλάττεις;ʼ καὶ μετʼ οὐ πολὺν χρόνον ὑπὸ τῶν τριάκοντα ἀνῃρέθη, πιεῖν κώνειον κατακριθείς.
22 λέγουσι τοὺς Πυθαγορείους πάνυ σφόδρα περὶ τὴν ἰατρικὴν σπουδάσαι τέχνην. καὶ Πλάτων δὲ φροντίδα ἐς αὐτὴν ἔσχε πλείστην καὶ Ἀριστοτέλης ὁ Νικομάχου καὶ ἄλλοι πολλοί.
23 Ἀριστοτέλης ἐνόσει ποτέ. προσέταξε δὲ αὐτῷ ὑ ἰατρὸς πρόσταγμά τι. καὶ ἐκεῖνος ʽμήτε ὡς βοηλάτην μἐ ἔφη ʽθεράπευε μήτε ὡς σκαπανέα, ἀλλὰ διδάξας πρότερον τὴν αἰτίαν, οὕτως ἕξεις ἕτοιμον πρὸς τὸ πείθεσθαι,ʼ διδάσκων ἐκ τούτων μηδὲν χωρὶς αἰτίας προσφέρειν.
24 Σμινδυρίδης ὁ Συβαρίτης ἐς τοσοῦτον τρυφῆς ἐξώκειλε ʽκαὶ γάρ τοι Συβαρίταις πᾶσιν ἔργον ἦν τρυφᾶν καὶ τῷ βίῳ διαρρεῖν, ὁ δὲ Σμινδυρίδης καὶ πλέονʼ· φύλλοις ῥόδων γοῦν ἐπαναπεσὼν καὶ κοιμηθεὶς ἐπʼ αὐτῶν αὐτῶν ἐξανέστη λέγων φλυκταίνας ἐκ τῆς εὐνῆς ἔχειν. σχολῇ γʼ ἂν οὗτος ἐπὶ χαμεύνης κατεκλίθη ἢ στιβάδος ἢ πόας ἐν προσάντει πεφυκυίας ἢ ταύρου δορᾶς, ὡς ὁ Διομήδης, πρεπούσης στρατιώτῃ σκληρῷ καὶ γενναίῳ. ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο.
25 Πεισίστρατος ὅτε τῆς ἀρχῆς ἐγκρατὴς ἐγένετο, μετεπέμπετο τοὺς ἐν ταῖς ἀγοραῖς ἀποσχολάζοντας, καὶ ἐπυνθάνετο τί δή ποτε εἴη τὸ αἴτιον τοῦ ἀλύειν αὐτούς. καὶ ἐπέλεγεν ʽεἰ μέν σοι τέθνηκε ζεῦγος, παρʼ ἐμοῦ λαβὼν ἄπιθι καὶ ἐργάζου· εἰ δὲ ἀπορεῖς σπερμάτων, παρʼ ἐμοῦ σοι γενέσθω,ʼ δεδιὼς μὴ ἡ σχολὴ τούτων ἐπιβουλὴν τέκῃ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi