Thesauros Edebiyat miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Kitap 9

26 Ζήνωνα τὸν Κιτιέα διʼ αἰδοῦς ἄγαν καὶ σπουδῆς ἦγεν Ἀντίγονος ὁ βασιλεύς. καί ποτε οὖν ὑπερπλησθεὶς οἴνου ἐπεκώμασε τῷ Ζήνωνι, καὶ φιλῶν αὐτὸν καὶ περιβάλλων ἅτε ἔξοινος ὢν ἠξίου τι αὐτὸν προστάξαι, ὀμνὺς καὶ νεανιευόμενος σὺν ὅρκῳ μὴ ἀτυχήσειν τῆς αἰτήσεως. ὃ δὲ λέγει αὐτῷ ʽπορευθεὶς ἔμεσον,ʼ σεμνῶς ἅμα καὶ μεγαλοφρόνως τὴν μέθην ἐλέγξας καὶ φεισάμενος αὐτοῦ, μήποτε διαρραγῇ ὑπὸ πλησμονῆς.
27 ἀνδρὶ Λακωνικῷ μὲν χωριτικῷ δὲ ἐπέπληξέ τις πενθοῦντι πάνυ σφόδρα ἐκθύμως. ὃ δὲ ἀπλάστως ἀπεκρίνατο ʽτί πάθω;ʼ φησίν ʽοὐ γὰρ ἐγὼ αἴτιος τούτου, ἁ φύσις δέ μου ῥεῖ.ʼ 
28 ἐπῄνει Σπαρτιάτης τὸ ἔπος Ἡσιόδου τὸ λέγον οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη, ἀκούοντος Διογένους· ὃ δὲ εἶπε ʽκαὶ μὴν Μεσσήνιοι καὶ οἱ βόες αὐτῶν ἀπολώλασι, καὶ ὑμεῖς αὐτῶν ἐστε οἱ γείτονες.
29 τῆς νυκτὸς ἤδη προηκούσης ἐπάνεισί ποτε ἀπὸ δείπνου Σωκράτης. νεανίσκοι γοῦν ἀκόλαστοι προμαθόντες ἐνελόχησαν ἐπανιόντα, δᾷδας ἔχοντες ἡμμένας καὶ Ἐριννύων πρόσωπα. ἔθος δὲ ἦν αὐτοῖς καὶ ἄλλοις προσπαίζειν διὰ τὴν σχολὴν τὴν ἐπὶ τὰ χείρω. οὓς ἰδὼν ὁ Σωκράτης οὐ διεταράχθη, ἀλλʼ ἐπιστὰς ἠρώτα οἷα καὶ τοὺς ἄλλους ἢ ἐν Λυκείῳ ἢ ἐν Ἀκαδημείᾳ. ἑορτῆς οὔσης παρὰ τοῖς Ἀθηναίοις ἐφιλοτιμήσατο Ἀλκιβιάδης δῶρα πολλὰ πέμψαι τῷ Σωκράτει. τῆς οὖν Ξανθίππης καταπλαγείσης καὶ τὸν Σωκράτην λαβεῖν αὐτὰ ἀξιούσης, ὃ δὲ ἔφη ʽἀλλὰ καὶ ἡμεῖς τῇ φιλοτιμίᾳ τῇ τοῦ Ἀλκιβιάδου παραταξώμεθα μὴ λαβεῖν τὰ πεμφθέντα ἀντιφιλοτιμησάμενοι.ʼ ἐπεὶ δέ τις ἔφη πρὸς αὐτὸν ὅτι μέγα ἐστὶν ὧν ἐπιθυμεῖ τις τούτων τυχεῖν, ὃ δὲ ʽἀλλὰ μεῖζόν ἐστι τὸ μηδὲ ἐπιθυμεῖν τὴν ἀρχήν.ʼ

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi